Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mil.vogl.4.238
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ταωτίωι Πτολεμαίου μετὰ κυρίου τοῦ υἱοῦ Πτολεμαίου Λουρίου τοῦ καὶ Ἀπολλωνίου παρὰ Κρονίωνος τοῦ Ἥρωνος τοῦ Ἡρακλήου καὶ τοῦ κατὰ πατέρα ἀνεψιοῦἀνεψειοῦ Ἁρφαήσεως Ἡρακλήου τοῦ Ἡρακλήου τῶν δὺο ἀπὸ κώμης Τεπτύνεως, Περσῶν τῆς ἐπιγονῆς. βουλόμεθα μισθώσασθαι ἐξ ἀλληλεγγύης εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντοςἰσιόντος ὀγδόουὀγδώου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ Τε πτύνειν κλήρων τὰς ἐν μιᾷ σφραγίδι κλήρου κατοικικοῦ ἀρούρας δέ κα ἢ ὅσαι ἐὰν ὦσι ἐν τῷ λεγομένῳ Ιλατος, τὸ μὲν πρῶτον καὶ τρίτον ἔτος τῆς μισθώσεως εἰς σπορὰν τὸ μὲν ἥμισυ μέρος πυροῦ τὸ δὲ ἄλλο ἥμισυ κριθῆς ἐκφορίου τοῦ παντὸς ἐπὶ τὴν διετίανδιετείαν κατʼκαθʼ ἔτος σὺν αἷς λημψόμεθα σπερμάτων παρὰ σοῦ πυροῦ ἀρτάβαις πέντε καὶ κριθῆς ἀρτάβαις πέντε τοῦ παντὸς κατʼκαθʼ ἔτος πυροῦ ἀρταβῶν πεντήκοντα καὶ κριθῆς ἀρταβῶν ἐνενήκοντα , πάντων μέ τρῳ τετραχοινίκῳ θησαυροῦ Τεπτύνεως, τὸ δὲ δεύτερον καὶ τέταρ τον ἔτος τῆς μισθώσεως εἰς σπορὰνπορὰν χόρτου κοπῆς εἰς ξηρασίαν φόρου ἐπὶ τὴν διετίανδιετείαν κατʼκαθʼ ἔτος ἀσπερμεὶ ἀργυρίου δραχμῶν ἑκα τον καὶ πυ Ταωτίου χόρτου ἄρουραν μίαν σχοινίῳ κοπὴν ἀφʼ ἧς ἐὰν αἱρῆται κεφαλῆς ἢ μέρους ἀπὸ τῶν προκειμένων ἀρουρῶν καὶ δσης θαλλῶν ἐπὶ τὴν διετίανδιετείαν κατʼ ἔτος ὄρνιθοςὄρνειθος μιᾶς ἀξίας δραχμῶν δύο τὴν καλ ἐπιτελέσομεν τὰ κατʼ ἔτος τῶν ἀρουρῶν γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιοῦντες καὶ τὰ ἐκφόρια πάντα ἀποδώσομεν μη νὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, τῆς μετρήσεως γενο μένης διά τινων τῶν σῶν, τὸν δὲ φόρον Φαμενώθ, πρὸς ἡμᾶς ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ καὶ ὀνηλατικοῦ τῆς δὲ τῶν ἐκφορίων παραγωγῆς πρός σε καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσηςδίσης πάσης. βεβαιώσεις δὲ ἡμῖν τὴν μίσθωσιν καὶ καθαρὰν ἀπὸ δημοσίων πάντων ἐὰν φαίνηται μισθῶσαι.Cross-references (3)
- TM-Text 12419 primary
- DDbDP-Text p.mil.vogl;4;238 tier-1
- HGV-Text 12419 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.