Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mil.vogl.6.269

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Φιλωτέρᾳ Πτολεμαίου ἀστῆι χωρὶς κυρίου παρὰ ΑὐνέουςΑὐνέως τοῦ ιωνος καὶ Ἥρωνος τοῦ Ἀματίου τῶν δύο ἀπὸ κώμης Τεβτύ νεως τῆς Πολέμωνος μερίδος, Περσῶν τῆς ἐπι γονῆς. βουλόμεθαβουλώμεθα μισθώσασθαι παρὰ σοῦ ἐξ ἀλληλεγγύης εἰς ἔτη δύο ἀπὸ τοῦ εἰσιόντοςἰσιόντος ἐνάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀφʼ ὧν καὶ σὺ ἔχεις ἐν μισθώσει ἀρούρας τριάκοντα τέταρτον ἢ ὅσαι ἐὰν ὦσι, ἐν αἷς φ, ἐκφορίου τοῦ παν τὸς κατʼ ἔτος ἄνευ σπερμάτων κριθῆς ἀρταβῶν ἑκατὸν ἑβδομήκοντα δύο καὶ θαλλῶν κατʼ ἔτος ἀρτάβης μιᾶς καὶ ἀλεκτόρων δύο ἀξίου ἑκάστου δραχμῶν δύο , ἀνυπολόγων καὶ ἀκινδύνων· καὶ ἄξομεν τὰ κατʼ ἔτος τῶν ἀρουρῶν γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιοῦντεςποιοῦντος· σπείροντες κατʼ ἔτος τὸ μὲν ἥμισυ μέρος οἷς ἐὰν αἱρώμεθα πλὴν ο τὸ δὲ ἄλλο ἥμισυ κριθῇ· καὶ τὰ κατʼ ἔτος ἐκφόρια ἀποδώσο μεν ἐν μηνὶ Παῦνι μέτρωι ἑξαχοινίκῳ ἰδίῳ σου, τῶν δημοσίων φορέτρων ὄντων πρὸς ἡμᾶς τοὺς μισθουμένουςμισθωμένους · τοῦ δὲ χρόνου πληρω θέντος παραδώσομεν τὰς ἀρούρας καθα ρὰς ἀπὸ ἀγρώστεωςἀγρώστεος δείσηςδίσης πάσης· ἐὰν φαίνη ται ἐπιχωρῆσαι. εἰσὶ δὲ αἱ ἄρουραι ἀπὸ τῶν περὶ Τεβτῦνιν οἴκου τῶν Ἀλεξανδρέων πρότερον Κλεοπάτρας βασιλίσσης ἀδελφῆς. Φιλωτέρα Πτολεμαίου χωρὶς κυρίου ἐπικεχώρηκα καθὼς πρόκειται. ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.