Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.muench.3.1.84rpdupl
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἐννεακαιδεκάτου Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Γέτα ΒρεταννικῶνΒρενταννικῶν μεγίστων Εὐσεβῶν Σεβαστῶν Μεσορὴ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἡρακλοῦς Ἡλιοδωρᾶτος μητρὸς Ταφεῦτος ἀπὸ κώμης Εὐημερείας τῆς Θεμίστου μερίδος ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ γαστροκνη- μίᾳ δεξιᾷ μετὰ κυρίου τοῦ ἀνδρὸς Διοδώρου Ὀννώφρεως ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Ταήσι ἀφήλικι μη τρὸς Καστοροῦτος μετὰ κυρίου τοῦ πατρὸς Ἡρωνᾶτος Πνεφερῶτος μητρὸς Ταφεῦτος ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν τριάκοντα οὐλὴ μηρῷ ἀρισ τερῷ πεπρακέναι τὴν ὁμολογοῦσαν αὐτῇ κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον αὐτῇ κοινῶς ἐν κώμῇ Εὐημερείᾳ τῆς Θεμίστου μερίδος ἐν οἰκίᾳ πρὸς τῷ δώματι συμπόσιον ἐν τῇ λαύρᾳ τῶν Ποιμένων αομη διακειμένων, γείτονες τῆς ὅλης οἰκίας καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν νότου Ὑπηρέτου οἰκία βορρᾶ Χαιρᾶτος οἰκία λιβὸς Δειδᾶτος οἰκία ἀπηλιώτου Οὐεσκᾶτος οἰκία καὶ ἀ πέχειν τὴν ὁμολογοῦσαν Ἡρακλοῦν παρὰ τοῦ Ἡρωνᾶτος ἐκ τοῦ τῆς ἀφήλικος ΤαήσιοςΤαησίου λόγου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τὴν συνπεφωνημένην τιμὴντειμὴν τοῦ πεπραμένου αὐτῇ συμποσίου ἀργυρίου δραχμὰς ἑκατὸν ἐκ πλήρους, αἷς καὶ συνεπείσθη ἡ ὁμολογοῦσα Ἡρακλοῦς καὶ βεβαιώσεινβεβαιώσιν αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τῇ ἀφήλικι καὶ τοῖς παρʼ αὐτῆς κατὰ τὴν ὁμολογίανὁμολογείαν ταύτην πάσῃ βεβαιώσει καὶ παρέξεται αὐτῇ ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστονἀνεπιδάνιστον καὶ καθα ρὸν ἀπὸ παντὸς ὀφειλήματος δημοσίου τε καὶ ἰδιωτικοῦ καὶ πάσης ἐνποιή σεως μέχρι τῆς ἐνεστώσης ἡμέρας· κρατεῖν οὖν καὶ κυριεύειν τὴν Ταῆσιν καὶ τοὺς παρʼ αὐτῆς τοῦ πεπραμένου αὐτῇ συμποσίου καὶ τὰ ἐξ αὐτοῦ περιγενό μενα ἀποφέρεσθαι εἰς τὸ ἴδιον καὶ οἰκονομεῖν καὶ διοικεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῆται. ἐὰν δέ τι τῶν προγεγραμμένων παραβῇ ἡ ὁμολογοῦσα Ἡρα κλοῦς, ἀποτεισάτω τῇ προγεγραμμένῃ Ταήσι παραχρῆμα ἣντὴν ἀπείληφε τιμὴντειμὴν σὺν ἡ μιολίᾳ εδμηδὲν ἧττον τοῦ τὰ Ἡρακλοῦς Ἡλιοδωρᾶτος μετὰ κυρίου τοῦ ἀνδρὸς Διοδώρου ὁμολογῶ πεπρακέναι τῇ Ταήσι ἀφήλικι τὸ ὑπάρ χον μοι συμπόσιον καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμῶν ἑκατὸν καὶ καθὼς πρόκειται. Δομίττιος ἔγραψα ὑπὲρ αὐτῆς καὶ τοῦ κυρίου μὴ εἰδότωνἰδότων γράμματα. Ταῆσις διὰ Ἡρωνᾶτος τοῦ πατρὸς γέγονε εἰς μὲ ἡ πρᾶσις ὡς πρόκειται. ις ἔγραψα ὑπὲρ αὐτοῦαὐτῶ γράμματα μὴ εἰδότος.Cross-references (3)
- TM-Text 12476 primary
- DDbDP-Text p.muench;3.1;84rpdupl tier-1
- HGV-Text 12476 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.