no image
DDbDP-text
βασιλείας τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δ, Παῦνι κη τέλει δ ἰνδικτίωνος ἐπʼ Ἀρσινόης. Φλαουίοις Στεφάνῳ τῷ μεγαλοπρεπεστάτῳ τριβούνῳ καὶ ἀντιγεούχῳ καὶ Νείλῳ τῷ περιβλέπτῳ κόμετι ὁμογνησί οις ἀδελφοῖς ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως Αὐρήλιος Ἀάνιος υἱὸς Ἰσὰκ γεωργὸς ἀπὸ τῆς αὐτῆς πόλεως ἀπὸ ἀμφόδου Ταμιῶν χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ τῆς ὑμετέρας μεγαλοπρεπείας ἀπὸ τοῦ δικαίου τῆς διαφε ρούσης αὐτῇ οὐσίας ἐν πεδίῳ Κολύμβου πρὸς τοῖς προ αστίοις τῆσδε τῆς πόλεως ἐν τόπῳ κλήρου καλουμένου Πιαακσσι ἀρούρας, ὅσας ἐὰν ὦσιν, ἃς καὶ ἐκ πρώην εἶχον, μετὰ παντὸς αὐτῶν τοῦ δικαίου ἐπὶ τετραετῆ χρόνον ἀριθμούμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης ἕκτης ἰνδικτίονοςἕκτης ἰνδικτίωνοσ καὶ αὐτῆς, καὶ παρέχειν με τὸν μισθωσάμενον Ἀάννιον τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ ὑπὲρ ἀποτάκτου φόρου αὐτῶν ἐνιαυσίως χρυσίου νομισμάτια ἓξ παρὰ κεράτια τεσσαράκοντα ἓξ ἥμισυ, χρυσίου νομισμάτια ϛ παρὰ κεράτια μϛ 𐅵, καταβαλλόμενα παρʼ ἐμοῦ ἐνιαυσίως ἐν δυσὶδυσεὶ καταβολαῖς, τῷ μὲν Παῦνι μηνὶ νομισμάτια τρία καὶ τῷ Ἐπεὶφ μηνὶ τὰ ἄλλα τρία νομίσματα ἀκοιλάντως. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀάννιος υἱὸς Ἰσὰκ γεωργὸς ὁ προκείμενος μεμίσθωμαιμεμίσθομαι τὰς προγεγραμμένας ἀρούρας καὶ παράσχω ἐνιαυσίως τὸν φόρον αὐτῶν ἐνιαύσιον ὡς πρόκειται. Αὐρήλιος Ἠλίας Παύλου ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος ἀγραμμάτου ὄντος di emu Sansneu esemiote μίσθωσις ἀρουρῶν ὅσων ἐὰν ὦσι ἐν πεδίῳ Κολύμβου ὑπὸ Αὐρηλίου Ἀαννίου γεωργοῦ υἱοῦ Ἰσὰκ εἰς Φλαουίους Στέφανον τὸν μεγαλοπρεπέστατον τριβοῦνον ἀντιγεοῦχονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.