no image
DDbDP-text
Φλαουίῳ Χριστοφόρῳ τῷ μεγαλοπρεπεστάτῳ παγάρχῳ τοῦ βορρινοῦ σκέλους ταύτης τῆς πολιτείας διʼ ὑμῶν Κοσμᾶ τοῦ περιβλέπτου αὐτοῦ χαρτουλαρίου Ἠλίας ἀρτοπράτης υἱὸς Γεωργίου ἀφʼ Ἡρακλέους πόλεως ἑξῆς ὑπογράφων ἰδίᾳ χειρί. ὁμολογῶ ἐγὼ ὁ προκείμενος Ἠλίας εἰληφέναι καὶ δεδέχθαι παρʼ ὑμῶν λόγῳ τῆς ῥόγαςῥώγας τοῦ αὐτοῦ βορρινοῦ κλίματοςκλήματος σίτου ἀρτάβας εἴκοσι γίνονται σίτου ἀρτάβαι κ, καὶ ἑτοίμως ἔχειν με ταύτας ῥογεῦσαιῥωγεῦσαι ὑμῖν ἐν ψωμίοις ἀνεμποδίστως, ὅτε δήποτε βουληθείητε, καὶ πρὸς ὑμετέραν ἀσφάλειαν πεποίημαι ὑμῖν τὸ παρὸν πρόσγραφον κύριον εἶναι, καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα ἐγὼ Ἠλίας ἀρτοπράτης υἱὸς Γεωργίου στοιχεῖστιχῖ μοι di emu Anup sumbolaiographu διʼ ἐμοῦ Ἀνοὺπ συμβολαιογράφου νομικοῦ πρόσγραφον γενόμενον παρὰ Ἠλία ἀρτοπράτου ἀφʼ Ἡρακλέους πόλεωςπόλεως σίτου ἀρταβῶν κ εἰς Φλάουιον Χριστοφόρον τὸν μεγαλοπρεπέστατονμεγαλοπρεπέστατον πάγαρχον Ἁθὺρ κδ, ϛ ἰνδικτίωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.