no image
DDbDP-text
Linked by Trismegistos ID
TM 20202.
Each record below describes this same artifact or text from a different angle.
[r]
[… ? lines lost …]
Φλαουίῳ Χριστοφόρῳ τῷ
μεγαλοπρεπεστάτῳ παγάρχῳ τοῦ βορρινοῦ
σκέλους ταύτης τῆς πολιτείας
διʼ ὑμῶν Κοσμᾶ τοῦ περιβλέπτου
αὐτοῦ χαρτουλαρίου Ἠλίας ἀρτοπράτης
υἱὸς Γεωργίου ἀφʼ Ἡρακλέους πόλεως
ἑξῆς ὑπογράφων ἰδίᾳ χειρί.
ὁμολογῶ ἐγὼ ὁ προκείμενος
Ἠλίας εἰληφέναι
καὶ δεδέχθαι παρʼ ὑμῶν
λόγῳ τῆς ῥόγας τοῦ
αὐτοῦ βορρινοῦ κλίματος
σίτου ἀρτάβας εἴκοσι
γίνονται σίτου ἀρτάβαι κ, καὶ ἑτοίμως
ἔχειν με ταύτας ῥογεῦσαι
ὑμῖν ἐν ψωμίοις
ἀνεμποδίστως, ὅτε
δήποτε βουληθείητε,
καὶ πρὸς ὑμετέραν
ἀσφάλειαν πεποίημαι ὑμῖν
τὸ παρὸν πρόσγραφον
κύριον εἶναι, καὶ ἐπερωτηθεὶς ὡμολόγησα
καὶ ἀπέλυσα † † ἐγὼ Ἠλίας
ἀρτοπράτης υἱὸς
Γεωργίου στοιχεῖ μοι
di emu † Anup † sumbolaiographu
διʼ ἐμοῦ Ἀνοὺπ συμβολαιογράφου νομικοῦ
[v]
[…] πρόσγραφον γενόμενον παρὰ Ἠλία ἀρτοπράτου ἀφʼ Ἡρακλέους πόλεως σίτου ἀρταβῶν κ εἰς Φλάουιον Χριστοφόρον τὸν
μεγαλοπρεπέστατον πάγαρχον †
Ἁθὺρ κδ, ϛ ἰνδικτίωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.