no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9155.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ποτάμμων Νίλου γεουχῶν
ἐν κώμῃ Φιλαδελφίᾳ Αὐρηλίῳ Ἁτρῇ ἀλλοφύλου
γεωργῷ χαίρειν — ἔσχον παρὰ σοῦ
τὸ ἐκφόριον, ὧν ἐγεώργησας μου
περὶ κώμην Φιλαδελφίας ἀρουρῶν πέντε
ὑπὲρ γενήματος ιθ ἔτους καὶ ζ καὶ ε καὶ γ πυροῦ
ἀρτάβας δεκαδύο ἥμισυ γίνονται ἀρτάβαι ιβ 𐅵 καὶ οὐδένα
λόγον ἔχω πρὸς σὲ περὶ τοῦ ἐκφορίου.
ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ
τῶν λαμπροτάτων Παῦνι β.
Αὐρήλιος Ποτάμμων Νίλου ἔσχον τὸ ἐκφόριον
πλήρης. Αὐρήλιος Ἀλύπιος ἀπὸ Φιλαδελφίας
ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.