no image
DDbDP-text
[r]
† Αὐρήλιος Δανιῆλις Ἰωσηφίου μητρὸς Μάννας ἑξῆς ὑπογράφων ἀπὸ κώμης Χαιρεφάνους Αὐρηλίοις Φιβίῳ καὶ Κύρᾳ ὁμογνησίοις ἀδελφοῖς
ἐκ πατρὸς Ἡλία ἀπὸ τῆς αὐτῆς κώμης Χαιρεφάνους. πρᾶσις ἀρουρῶν β𐅵 ἀπὸ πατρός μου κλήρου σπορίμης γῆς ἐν τῷ λιβικῷ ἄκρῳ τοῦ ἐμοῦ γεωργίου
ἐκ βορρᾶ τῆς ὁδοῦ. ἀπὸ νότου εἰς βορρᾶν γείτονες τοῦ αὐτοῦ, νότου δημοσία ὀδός, βορρᾶ γήδιον καὶ αὐτοῦ
ἐμοῦ ἀδελφοῦ, ἀπηλιώτου τὰ ἄλλα γήδια τοῦ ἐμοῦ γεωργίου, λιβὸς ἄλλα δημοσία ὁδὸς καὶ ἀπὸ πατρικοῦ κλήρου ἄλλαι ἄρουραι β𐅵 ἐν ἀμπελῶνι
τοῦ αὐτοῦ ἀπὸ μὲν τοῦ ἀμπελῶνος τοῦ ὄντος ἐκ νότου τῆς ὁδοῦ ἄρουραι β𐅵 αὐτοῦ μέρους εἰς λόγον τῶν αὐτῶν
ἀρουρῶν β𐅵, ἀπὸ δὲ τοῦ ἀμπελῶνος τοῦ ἐκ βορρᾶ τῆς ὁδοῦ το τε… ἀπὸ τοῦ νεοφυτείου τὸ ὑπόλοιπον μέρος εἰς συμπλήρωσιν τῶν αὐτῶν ἀρουρῶν β𐅵 ἐκ ἀμπελῶνος
οὕτως μερισθησομένων τοῦ μὲν μεγάλου ἀμπελῶνος ἀπὸ ἀπηλιώτου εἰς λίβα,
τοῦ δὲ νεοφυτείου ἀπὸ νότου εἰς βορρᾶν κοινῶν ὄντων καὶ ἀδιαιρέτων
[v]
[…] † δημοσία ὁδὸς ἐκ μέρους
[label]
† χμγ
Φλαουίου Ἀπολλωνίου ὑπερλάμπρου κόμετος
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.