bgu.2.411
Αὐρήλιος Ποτάμμων Νίλου γεουχῶν ἐν κώμῃ Φιλαδελφίᾳ Αὐρηλίῳ Ἁτρῇ ἀλλοφύλου γεωργῷ χαίρειν — ἔσχον παρὰ σοῦ τὸ ἐκφόριον, ὧν ἐγεώργησας μου περὶ κώμην Φιλαδελφίας ἀρουρῶν πέντε ὑπὲρ γενήματος ιθ ἔτους καὶ ζ καὶ ε καὶ γ πυροῦ ἀρτάβας δεκαδύο ἥμισυ γίνονται ἀρτάβαι ιβ 𐅵 καὶ οὐδένα λόγ…