no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9152.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Βετῖλ Ἰσιδώρου μητρὸς Ἀειάδος ἀπὸ
κώμης Φιλαδελφίας
Αὐρηλίῳ Ἰσᾶ Ἀμούλη ἀπὸ
τοῦ Ἀφροδιτοπολίτου χαίρειν.
ἔσχον παρὰ σοῦ τὸ ἐκφόριον ὑπὲρ ὧν γεωργεῖς μου
ἀρούρης ἥμισυ περὶ τὴν αὐτὴν
κώμην Φιλαδελφίαν
πυροῦ ἀρτάβην μίαν ἥμισυ, ἀρτάβη α 𐅵 καὶ οὐδένα
λόγον ἔχω πρὸς σὲ
πλῆρες, ὑπὲρ ὧν ἐγεώργησας μου ἐπʼ ἔτος η καὶ ϛ
ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Σωκρᾶς ἔγραψα
ὑπὲρ αὐτοῦ ἀγραμμάτου.
ὑπατείας τῶν δεσποτῶν
ἡμῶν Κωνσταντίνου
καὶ Λικιννιανοῦ Λικιννίου Σεβαστῶν τὸ δ
Ἁθὺρ κϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.