no image
DDbDP-text
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τῶν θειοτάτων καὶ εὐσεβεστάτων ἡμῶν δεσποτῶν καὶ μεγίστων εὐεργετῶν τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων Φλαυίων Ἡρακλείου καὶ Ἡρακλειανοῦ Νέου Κωνσταντίνου τοῦ θεοστεφοῦςθεοφυλάκτου αὐτοῦ υἱοῦ ἔτους κ μηνὸς Παχὼν κη τῆς εὐτυχοῦςσὺν θεῷ τρίτης ἰνδικτίωνος ἐν Ἡρακλέους πόλει τῷ ἐνδοξοτάτῳ κυρίῳ Μηνᾷ συγκρίτῃ ταύτης τῆς Ἡρακλέους πόλεως Αὐρήλιος υἱὸς Πκαρου ἀπὸ κώμης τοῦ Ἡρακλεοπολίτου νομοῦ χαίρειν. ὁμολογῶ ἐσχηκέναι με παρʼ αὐτῆς ἀπὸ χειρῶν εἰς χεῖρας χρῆσινκτῆσιν ἐμὴν ἔργῳ δυνάμει κρατεῖνκράτει ἀκίνδυνα ἀπὸ παντὸς κινδύνου κεφαλαίου χρυσοῦ νομίσματα πέντε ἀρσατικὰἀρσυτικὰ καὶ κεράτια ἑπτὰ γίνονται χρυσοῦ νομίσματα ε ἀρσατικὰ καὶ κεράτια ζ, καὶ δεδωκέναι αὐτὰ εἰς τὴν ἐμὴν καταβολὴν καὶ τὴν τούτων ἀπόδοσιν καὶ τελείαν αὐτῇ συνπλήρωσιν ποιήσομαι μετὰ πίστεως ἀγαθῆς τῇ ὀγδόῃ τοῦ εἰσιόντος μηνὸς Παῦνι τῆς παρούσης τρίτης ἰνδικτίωνος ἀνυπερθέτως καὶ χωρὶς οἵας δήποτε εὑρησιλογίαςεὑρεσιλογίας καὶ τῇ εἰρημένῃ προθεσμίᾳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.