no image
DDbDP-text
Linked by Trismegistos ID
TM 20203.
Each record below describes this same artifact or text from a different angle.
† ἐν ὀνόματι τοῦ κυρίου † καὶ δεσπότου Ἰησοῦ
Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν
βασιλείας τῶν θειοτάτων καὶ εὐσεβεστάτων
ἡμῶν δεσποτῶν καὶ μεγίστων εὐεργετῶν
τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων Φλαυίων
Ἡρακλείου καὶ Ἡρακλειανοῦ Νέου Κωνσταντίνου
τοῦ θεοστεφοῦς αὐτοῦ υἱοῦ ἔτους κ μηνὸς Παχὼν κη τῆς
εὐτυχοῦςτρίτης ἰνδικτίωνος ἐν Ἡρακλέους πόλει τῷ ἐνδοξοτάτῳ κυρίῳ Μηνᾷ
[…]συγκρίτῃ ταύτης τῆς Ἡρακλέους πόλεως Αὐρήλιος
[…]υἱὸς Π…καρου ἀπὸ κώμης
[…]τοῦ Ἡρακλεοπολίτου νομοῦ χαίρειν. ὁμολογῶ
ἐσχηκέναι με παρʼ αὐτῆς ἀπὸ χειρῶν εἰς χεῖρας
[…] χρῆσιν ἐμὴν ἔργῳ δυνάμει κρατεῖν
[…]ἀκίνδυνα ἀπὸ παντὸς κινδύνου
κεφαλαίου χρυσοῦ νομίσματα πέντε ἀρσατικὰ
καὶ κεράτια ἑπτὰ γίνονται χρυσοῦ νομίσματα ε ἀρσατικὰ καὶ κεράτια ζ, καὶ δεδωκέναι
αὐτὰ εἰς τὴν ἐμὴν καταβολὴν καὶ τὴν τούτων
ἀπόδοσιν καὶ τελείαν αὐτῇ συνπλήρωσιν ποιήσομαι
μετὰ πίστεως ἀγαθῆς τῇ ὀγδόῃ τοῦ εἰσιόντος
μηνὸς Παῦνι τῆς παρούσης τρίτης ἰνδικτίωνος
ἀνυπερθέτως καὶ χωρὶς οἵας δήποτε
εὑρησιλογίας καὶ τῇ εἰρημένῃ προθεσμίᾳ
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.