no image
DDbDP-text
[r]
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ
τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ
εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἡρακλίου
τοῦ αἰωνίου Αὐγούστου, ἔτους η Φαμενὼθ κθ
ϛ ἰνδικτίωνος ἐπʼ Ἀρσινόης.
Φλαουίῳ Βασιλίῳ τῷ περιβλέπτῳ κόμετι
καὶ λογιωτάτῳ ἐκδίκῳ ταύτης τῆς Ἀρσινοιτῶν
πόλεως Αὐρήλιος Γερόντιος υἱὸς Παμουτίου
πωμαρίτης ἀπὸ τῆς αὐτῆς πόλεως οἰκῶν
ἐν ἐποικίῳ Κενταύρου χαίρειν. ὁμολογῶ ἑκουσίᾳ
γνώμῃ ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι παρὰ τῇ
ὑμετέρᾳ λογιότητι Αὐρήλιον Νειλάμμωνα
σύμμαχον υἱὸν Ἀβρααμίου, τοῦ λοιποῦ
μὴ καταγνωσθείη μήτε κρυπτῶς μήτε
φανερῶς συνομιλῶν μετὰ Θεοδώρας.
εἰ δὲ καιρῷ οἵῳ δήποτε εὑρεθείη
ὁ αὐτὸς Νειλάμμων μετὰ τῆς εἰρημένης
Θεοδώρας καὶ ἐνεργῶς ἀποδειχθείη,
ἐνέχεσθαί με τὸν τούτου ἐγγυητὴν
καὶ προγεγραμμένον Γερόντιον
[…]τῇ ὑμετέρᾳ λογιότητι
[… ? lines lost …]
[v]
† ἐγγύη Νειλάμμωνος συμμάχου υἱοῦ Ἀβρααμίου εἰς ΦλάουιονΒασίλιον[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.