no image
DDbDP-text
[r]
[… ? lines lost …]
[…]…
[…]……
[…]καὶ τῆς δεσποίνης
ἡμῶν τῆς ἁγίας θεοτόκου
καὶ πάντων τῶν ἁγίων
βασιλείας τοῦ δεσπότου
ἡμῶν Φλαουίου Φωκᾶ τοῦ
αἰωνίου Αὐγούστου ἔτους
ζ Παῦνι δ τέλει ιβ ἰνδικτίωνος
ἐν Ἀρσινόῃ.
Αὐρήλιοι ἄπα Ὂλ υἱὸς
Ποῦσι καὶ Ἀγαμμὼν
υἱὸς Παμοῦν καὶ Οὐενάφριος υἱὸς Ἀνοὺπ απὸ
ἐποικίου …ι…ωλίου
τοῦ Ἀρσινοίτου νομοῦ
τῷ θαυμασιωτάτῳ
Μηνᾷ δημοσίῳ ζυγοστάτῃ υἱῷ τοῦ μακαρίου
Παύλου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἐσχηκέναι ἡμᾶς
παρὰ σοῦ διὰ χειρὸς καὶ
πεπληρῶσθαι τὴν
τιμὴν καλάμων ἀρρενικῶν δεσματίων τεσσαράκοντα δύο, καλάμων δεσμάτια μβ,
ἐγὼ μὲν Ἀπαὸλ δεσμάτια
εἴκοσι τέσσαρα , ἐγὼ δὲ
Ἀγαμμὼν δεσμάτια ἐννέα καὶ Οὐενάφριος τὰ
ἄλλα ἐννέα δεσμάτια
ἑκάστου δεσματίου
ἔχοντος ἀπὸ παλαιστῶν
ἐννέα , καὶ τὴν ἀπόδοσιν
αὐτῶν ποιησόμεθά σοι
τῷ Μεχεὶρ μηνὶ τῆς εἰσιούσης τρεισκαιδεκάτης
ἰνδικτίονος καὶ ἀπ[…]
[…]…[…]
[… ? lines lost …]
[v]
[…] κοινῶς ὑπʼ ἄπα Ὂλ υἱοῦ Ποῦσι καὶ Ἀγαμμῶνος υἱοῦ Παμοῦν καὶ Οὐεναφρίου υἱοῦ Ἀνοὺπ καλαμ[…]
εἰς θαυμασιώτατον Μηνᾶν δημόσιον ζυγοστάτην[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.