no image
DDbDP-text
A Letter from Bishop (?) Nicolaos to Comes Basileios via HGV-meta
Linked by Trismegistos ID
TM 38394.
Each record below describes this same artifact or text from a different angle.
καταξιώσῃ ἡ ὑμετέρα ποθεινότης ἀποδιδόναιἀποδιδώναι τὰς δύο ἀποχὰς ἃς ἔχει, μίαν λέγω τοῦ ἐπιμελητοῦ καὶ μίαν τοῦ γραμματέως, τῷ κυρίῳ Τιμοθέῳ. αὐτὸς γὰρ ᾠκειώσατοὀικειοσατο τὰ χωρία τῶν ἐποικίων. καὶ σημάνῃ μοι, διὰ τοῦ εὑρισκομένου παῤ αὐτῆς ἐρχομένου ἐγγὺς ἡμῶν, καὶ τὴν ἀπόκρισιν τῆς κυρᾶς Ἰωαννίας καθώς εἶπον αὐτῇ καὶ τῷ κυρίῳ Φιλοξένῳ. ἔρρωσθε ἐν κυρίῳ. ἐγὼ δὲ απα Ὧρ ἐθαύμασα εἰς τὴν μεγάλην σου φρόνησιν ὅτι ἦλθες καὶ ἀπῆλθες καὶ οὐδέν μοι ἀέθου περὶ τῆς γνώσεως τῶν οἰναρίων. τίτο ἀπέβη περὶ τῶν ὀνομασθέντων παρὰ σοῦ ἐσχηκέναι τὸν οἶνον; πλὴν καλῶς ποιεῖτε δεχόμενοι παραυτὰ τὰ ἴσα. κοῦρι μούστου καὶ μὴ ζητῆσαι τιμὴν ἵνα κἂν οὕτως δυνηθῶμεν πληρωθῆναι. καὶολ γὰρ τοῦτο ἤρεσεν τῷ πατρὶ ἡμῶν. γράψον μοι οὖν τὴν τοῦ πράγματος περιπέτειαν· καὶ πρὸς δὲ Θεὸς ἀπολύει, λέγω σοι. οἶδας γὰρ ὅτι οὐ θέλομεν παρενοχλῆσαι τὰς ἀκοὰς τοῦ πατρὸς ἡμῶν ὅτι ἐν πολλῇ ὀλιγωρίᾳ ἐστὶν διὰ τὴν ζημίαν ἣν ἠπαιτήθης. τῷ ποθεινοτάτῳ μου υἱῷ κυρίῳ Βασιλείῳ κόμετι ΝικόλαοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.