Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.nekr.18
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Μέλας Σαραπίωνι καὶ Σιλβανῷ χαίρειν. ἀπέστειλα ὑμῖν διὰ τοῦ νεκροτάϕου τὸ σῶμα τοῦ ἀδελϕοῦ Φιβίωνος, καὶ ἐπλήρωσα αὐτὸν τοὺς μισθοὺς τῆς παρακομι δῆς τοῦ σώματος ὄντας ἐν δραχμαῖς τριακοσίαις τεσσεράκοντα παλαιοῦ νομίσματος καὶ θαυμάζω πάνυ ὅτι ἀλόγως ἀπέστητε μὴ ἄραντες τὸ σῶμα τοῦ ἀδελϕοῦ ὑμῶν, ἀλλὰ συλλέξαντεςσυνλέξαντες ὅσα εἶχεν καὶ οὕτως ἀπέστητε. καὶ ἐκ τούτου ἔμαθον ὅτι οὐ χάριν τοῦ νεκροῦ ἀνήλθατε ἀλλὰ χάριν τῶν σκευῶν αὐτοῦ. ϕροντίσατε οὖν τὰ ἀναλωθέντα ἑτοι μάσαι. ἔστι δὲ τὰ ἀναλώματα· τιμῆς ϕαρμάκου παλαιαὶ δραχμαὶ ξ τιμῆς οἴνου τῇ πρώτῃ ἡμέρᾳ χοῶν β παλαιαὶ δραχμαὶ λβ ὑπὲρ δαπάνης ἐν ψω μίοις καὶ προσϕαγίοις δραχμαὶ ιϛ τῷ νεκροτάϕῳ εἰς τὸ ὄρος μετὰ τὸν γεγραμμένον μισθὸν χοῦν οἴνου δραχμαὶ κ ἐλαίου χοὸς 𐅵 δραχμαὶ ιβ κριθῆς ἀρτάβη α δραχμαὶ κ τιμῆς σινδόνος δραχμαὶ κ καὶ μισθοῦ ὡς πρόκειται δραχμαὶ τμ γίνονται ἐπὶ τὸ αὐτὸ ὑπὲρ τῆς ὅλης δαπάνης παλαιοῦ νομίσματος δραχμαὶ πεντακόσιαι εἴκοσι, γίνονται δραχμαὶ ϕκ. πᾶν οὖν ποιήσετε ὑπηρετῆσαι τὸν μέλλοντα ἐνεγκεῖν τὸ σῶμα ἐν ψωμίοις καὶ οἰναρίῳ καὶ ἐλαίῳ καὶ ὅσα δυνατὸν ὑμῖν ἐστιν ἱνα μαρ τυρήσῃ μοι. μηδὲν δὲ δράσητε τῶν εμένων ἐν ἀργυρίῳ διὰ τὸ ἐμὲ μὴ εναι εδπκαι τα Παχων κη πι ὑμᾶς ε ἐρρῶςθαι ὑμᾶς εὔχομαι. Σαραπίωνι καὶ Σιλβανῷ ἀδελφοῖς Φιβίωνος Μέλας δεκάδαρχοςCross-references (3)
- TM-Text 22633 primary
- DDbDP-Text p.nekr;;18 tier-1
- HGV-Text 22633 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.