no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9064.
Each record below describes this same artifact or text from a different angle.
Στατιλίωι Μαξίμωι τῶι
κρατίστωι ἐπιστρατήγωι
παρὰ Σοηδοῦτος τῆς Μεσ[…]ου ἀπὸ
τῆς μητροπόλεως τοῦ Ἀρσινοΐτου νομοῦ.
τῷ ιβ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπ…[…]ήθη ὑπὲρ τελῶν καταλοχισμῶν ὑπὸ τῶν κατʼ ἐκεῖνον καίρον τελωνῶν ὑπὲρ
κληρονομίας προσπεσούσης
μοι ἀπὸ διαθήκης Ἰουλίου Χαιρημωνιανοῦ ὧν ὤφειλεν ὑπὲρ τῆς κληρονομίας ἀργυρικῶν ἀκολούθως ᾧ ἔχω συμβόλῳ. Καπιτολῖνος δέ τις καὶ οἱ σὺν αὐτῷ ἐπέρχονταί μοι συνεχῶς καὶ ὀχληρῶς βουλόμενοι μοι ἐργολαβεῖν καὶ πράσσειν ἃ οὐκ ὀφείλω
πρὸς καταλοχισμοὺς τέλη
τοῦ συμβόλου παρʼ ἐμοὶ ὄντος. ἐπεὶ οὖν οὗτοι οὐκ ἀφίστανται τῆς κατʼ ἐμοῦ ἐπηρείας καταφρονοῦντες τῆς περὶ ἐμὲ ἀπραγμοσύνης καὶ τῶν περὶ τῶν τοιούτων ὑπὸ πάντων ἡγεμόνων
προστεταγμένων, ὥστε μὴ παραπράσσειν, ἀναγκαίως ἐπὶ τὴν σὴν
βοηθείαν κατέφυγον καὶ ἀξιῶ
τούτους ἤδη ποτὲ ἀποσχέσθαι
τῆς κατʼ ἐμοῦ ἐπηρείας, ἵνα δυνηθῶ γυνὴ μόνη συμβαίνειν ὑπὸ σοῦ
εὐεργετηθεῖσα. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.