no image
DDbDP-text
Tauak an Eudaimon und Apia via HGV-meta
Letter from Tauak to Eudaimon and Apia about an aroura and wheat. A Christian letter from a woman named Tauak to Eudaimon and his wife Apia, complaining for the second time about one aroura of land and 6 artabas of wheat owed to her. She stresses that as a woman she cannot afford to buy wheat at current prices and warns them they will answer before God if they defraud her. machine translation
Linked by Trismegistos ID
TM 33569.
Each record below describes this same artifact or text from a different angle.
[r]
κυρίῳ μου ἀδελφῷ Εὐδαίμωνι καὶ τῇ ἀγαπητῇ ἀδελφῇ μου Ἀπίᾳ συμβίῳ σου
Ταουὰκ ἐν Κυρίῳ χαίρειν.
προηγουμένως εὔχομαι
ἐν ταῖς προσευχαῖς μου ὑμᾶς
ἀπολαβεῖν …ω ὑγιαίνοντας καὶ εὐθυμοῦντας ἀπολαβεῖν δια…εντα. τοῦτο δεύτερον ὑμῖν γράφω
περὶ τῆς ἀρούρης μιᾶς · ὡς γὰρ
ἴδετέ με ἐν τοιούτῳ καιρῷ
καὶ ταῦτα οὐκ α…ὅτι τὸν καιρὸν σήμερον ἔχετέ μου τῶν
ἀνὰ χεῖρα σίτου ἀρτάβας ϛ καίτοι οἴδατε τὴν τιμὴν τοῦ σίτου ὅτι
γυνή εἰμι, οὐ δύναμαι ἀγοράσαι.
οὐδὲ πάλιν ἐγράψατε ὅτι οὐ θέλομεν τὴν ἄρουραν. ἔστιν οπι…
καζ… αὐτὴ λαβεῖν ἢ Ἐρισίᾳ δοῦναι, καὶ ἃ δέδωκα διʼ ὑμᾶς ὤφειλες ἀπὸ σεαυτοῦ ἀποστεῖλαί μοι τὰς
ἓξ ἀρτάβας ἢ ὃ δήποτε διὰ τὰς
τρ…… ἐὰν ἀποστερῇτέ με
δηλώσατέ μοι καὶ ὄψετε πρὸς
τὸν θεόν· ὁ γὰρ θησαυρὸς τοῦ θεοῦ ἡμεῖς.
ἀσπάζομαι πάντας τοὺς ἡμῶν κατʼ ὄνομα καὶ Πουῆρις ἀσπάζεται ὑμᾶς πάντας. ἐρρ[…]
[v]
κυρίῳ ἀδελφῷ Εὐδαίμωνι …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.