no image
DDbDP-text
Letter from Aetis to Abinnaeus about hay, wheat and a land dispute. Letter from Aetis, apparently a farm agent, to Flavius Abinnaeus, commander of the fort at Dionysias, around AD 346. He reports on unpaid deliveries listed in a brevium, an offer of wheat instead of hay, a dispute with villagers over land planted with vines, and asks for sacks and instructions about barley for workers at harvest. machine translation
Linked by Trismegistos ID
TM 10040.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ κυρίῳ μου
ἀδελφῷ Ἀβινναίῳ
Ἀέτις ἐν Θεῷ
χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε ὁλοκληρεῖν παρὰ
τῷ κυρίῳ ἡμῶν Θεῷ.
γινώσκειν σε θέλω περὶ
τοῦ βρεουίου ὅμοι
δέδωκας οὐδείς μοι οὐδὲν
τέθηκε. περὶ τοῦ χόρτου
Πεειήου καὶ Εὐλογείου
εἶπαν ὅτι οὐκ ἔχομεν
χόρτον. ἐὰν οὖν θέλῃ
σῖτον ἀντὶ τοῦ χόρτου δίδομεν. καὶ περὶ τῆς ἀρούρης τοῦ Μαλίτου ἔπηξαν μὲν
ἕλικʼ ἀλλʼ ἀγρίαν καὶ οὐκ ἀφῆκαν οἱ κωμῆται
λέγοντες ὅτι κωμητικόν ἐστιν. καὶ
ἀπόστειλόν μοι τοὺς σάκκους
ἵνα γομώσω τὸν σῖτον ἐπειδὴ ἐμφανίσθη.
ἐὰν θελήσῃς δοῦναι ἐπὶ
θερείανὀλίγα
κριθάρια τοῖς ἡμῶν ἀνθρώποις γράψον μοι
ἐν τάχει. ἀσπάζομαι
πάντας τοὺς ἐν τῇ οἰκίᾳ. ἐρρῶσθαί σε
εὔχομαι.
[v]
καὶ τὰ …α ἀπόστειλον.
τῷ κυρίῳ μου ἀδελφῷ Ἀβινναίῳ Ἀέτις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.