no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9070.
Each record below describes this same artifact or text from a different angle.
[2]
ἄλλου ὑπομνηματισμῶν. Ἁρπαγάθου Πακύσιος
ἔτους ια Τῦβι κη. ἐν Μέμφει ἠσπάσατο τὸν λαμπρότατον
ἡγεμόνα καὶ μετὰ ταῦτα πρὸς τῷ Ἀπείῳ Ἁρπαγάθου
Πακύσιος προσαγαγόντος υἱὸν ἑαυτοῦ Πακῦσιν καὶ
ἀξιώσαντος ἐπιτραπῆναι περιτεμεῖν αὐτὸν ἀναδόντος τε τὴν γραφεῖσαν ἐπιστολὴν ὑπὸ Σαραπίωνος στρατηγοῦ Ἀρσινοίτου Ἡρακλείδου μερίδος διὰ Ἀλεξάνδρου
γυμνασιάρχου διαδεχομένου τὴν στρατηγίαν,
κεχρονισμένην εἰς τὸ διεληλυθὸς ι ἔτους Φαρμοῦθι ιϛ
Σερηνιανὸς ἐπύθετο τῶν παρόντων κορυφαίων
καὶ ὑποκορυφαίων καὶ ἱερογραμματέων, εἰ σημεῖόν τι ἔχοι ὁ παῖς. εἰπόντων ἄσημον αὐτὸν εἶναι
Σερηνιανὸς ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἱερῶν σημειωσάμενος τὴν ἐπιστολὴν ἐκέλευσεν τὸν παῖδα
περιτμηθῆναι κατὰ τὸ ἔθος. ἀνέγνων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.