no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9124.
Each record below describes this same artifact or text from a different angle.
ἔτους κϛ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου
Θὼθ κα.
Πακῦσις Στοτοῆτος νεωτέρου τοῦ Στοτοήτεως ἱερεὺς προσαγαγὼν τὸν υἱὸν ἑαυτοῦ Ὧρον ἐκ μητρὸς Φαυῆτος ἀπὸ
τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου, ἀξιῶν ἐπιτραπῆναι αὐτῷ περιτμηθῆναι τὸν υἱὸν αὐτοῦ διὰ τὸ παρατεθεῖσθαι τὰς τοῦ γένους ἀποδείξεις τῷ τοῦ νομοῦ βασιλικῷ
διαδεχομένῳ τὴν στρατηγίαν καὶ ἀναδοὺς τὴν περὶ αὐτοῦ γραφεῖσαν
ἐπιστολήν, Ἰουλιανὸς ἐπύθετο τῶν ἱερογραμματέων, εἴ τι σημεῖον ἔχει ὁ παῖς. εἰπόντων ἄσημον αὐτὸν εἶναι Σάλουιος Ἰουλιανὸς ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἱερῶν παρασημειωσάμενος τὴν
ἐπιστολὴν ἐκέλευσεν τὸν παῖδα περιτμηθῆναι κατὰ τὸ ἔθος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.