no image
DDbDP-text
Paulos an Nepheros via HGV-meta
Letter from Paulos in Alexandria to Nepheros about oil, bread and sheepskins. A Christian letter from Paulos, living away from home in Alexandria, to Nepheros, a monastic figure, asking for his prayers. Paulos reports selling three bundles and buying oil for Nepheros, asks him to have 16 artabas of wheat made into bread to be sent in a basket, and requests three or four sheepskins. machine translation
Linked by Trismegistos ID
TM 33558.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
τῷ τιμιωτάτῳ ἀγαπητῷ Νεφερῷ
Παῦλος ἐν θεῷ χαίρειν.
προηγουμένως εὔχομαι νυκτὸς
καὶ ἡμέρας καταξιοῦσθαι ὑπὸ τῆς σῆς
θεοσεβείας καὶ κελεύεσθαι ἐν οἷς ἂν
βούλοιτο ἡ σὴ φιλανθρωπία ἐπὶ τῆς
Ἀλεξανδρείας γινώσκων κέρδος
εἶναί μοι ψυχῆς τὸ μνημονεύεσθαι ἐν ταῖς σαῖς εὐχαῖς τῆς σῆς
εἰς θεὸν ἐλπίδος. ὅθεν παρακαλῶ, ἵνα μου μνημονεύσῃς
ἐν ταῖς εὐχαῖς καὶ τῶν παιδίων
μου διὰ τὴν ξενιτείαν ἡμῶν,
ἵνα ἡμῖν ὁ θεὸς τὸ τέλος ἐν
τοῖς ἰδίοις χαρίσηται. κατηξίωσας δὲ κελεῦσαί μοι τὰ τρία δεσμίδια
λαβόντα διοικῆσαι καὶ εἰς χρείαν σου
ἔλαιον ἀποστεῖλαι. ἐπράθησαν οὖν
ἐκ μυριάδων δεκατεσσάρων .
ἠγοράσθη δὲ τὸ ἀγγεῖον τοῦ ἐλαίου
μυριάδων ἑξήκοντα . σὺν θεῷ
δὲ ἐάν μοι ἐνεχθῇ ἀποστέλλω
πάλιν· ἐγὼ γὰρ χάριν λαμβάνω,
ὅτε καταξιοῖς παρʼ ἐμοῦ δέξασθαι
ὁδήποτε. ἀξιῶ δέ, ἵνα, εἰ ἀβαρές
ἐστιν, τὰς δεκαὲξ ἀρτάβας τοῦ σίτου
λαβὼν παρὰ Παπνουτίου Ὡρίωνος
ψωμία ποιήσῃς[…]ε[…]
[… ? lines lost …]
[r,ms]
σὺν θεῷ δέ, ἐὰν ψωμία γένηται, πέμψον ἡμῖν ψίαθον μεστήν. ἐρρῶσθαί σε εὔχομαι,
ἄνθρωπε θεοῦ.
[v]
τῷ δεσπότῃ μου ἀγαπητῳ Νεφερῷ
Παῦλος.
ἐάν τις τῶν πρόβατα ἐχόντων δέρματα προβάτων παρʼ ὑμῖν δυνηθῇ
εὑρεῖν, τριῶν ἢ τεσσάρων χρείαν ἔχω.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.