no image
DDbDP-text
Paulos an Nepheros via HGV-meta
Letter from Paulos to Nepheros about oil, wheat and his enemies. A 4th-century letter from Paulos, probably written in Alexandria, to the priest-monk Nepheros. Paulos reports sending 10 xestai of oil, asks Nepheros to press Paphnoutis into handing over 3 artabas of wheat for flour and bread, and to admonish two men he calls his enemies; a marginal note asks about 2 gold solidi sent through the monk Hor. machine translation
Linked by Trismegistos ID
TM 33560.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
τῷ εὐλαβεστάτῳ πατρὶ ἡμῶν
Νεφερῷ Παῦλος.
διὰ τοῦ κυρίου μου ἀδελφοῦ Θεοδοσίου
ἐλαίου ξέστας δέκα τῇ ἀσυνκρίτῳ
σου θεοσεβείᾳ ἀπέστειλα, διὰ δὲ τὸ
σπάνιον εἶναι ἐπιτήδειον ἀγγεῖον εὑρεθῆναι μέχρι σήμερον οὐκ ἀπεστάλκειμεν. θεοῦ δὲ ἐπινεύοντος ὅτε ἐνπίπτει ἡμῖν ἐπιτήδειον, χάριν ὁμολογοῦντες μνημονεύομεν τῆς σῆς
φιλανθρωπίας. παρακαλῶ δέ, κύριε
πάτερ, δυσώπησον Παφνοῦτιν Οὑρείωνος τὸν ἀγνώμονα καὶ ἐὰν νῦν
ἡμῖν ἀρτάβας τρεῖς σίτου δοῦναι, καὶ ὁ
πατὴρ ἡμῶν Πρῶτος ποιήσει ἡμῖν
δεκαπέντε μέτρα σεμιδάλεως καὶ
δεκαπέντε ψωμία καὶ ἀποστείλῃ ἡμῖν αὐτά. μετακαλεσάμενος
δὲ τοὺς ἐχθρούς μου Ἐλουρίωνα καὶ
Παφνοῦτιν τοὺς ἀεὶ τὰ ἐμὰ ἔχοντας
κακῶς, συμβούλευσον αὐτοῖς μετὰ λόγου
τῶν ἐμῶν α…[…]……[…]
προσαγόρευε δ[…]
[… ? lines lost …]
[r,ms]
εἰ ἐδέξω παρὰ Ὧρ τοῦ μοναχοῦ τοῦ ἐν Ἀγκυρῶνει συνγενοῦς Εὐδαίμονος Ἀβασκάντου ὁλοκοττίνους δύο […]
ἀπὸ Κολλούθου μετασχεῖν […]
[v]
τῷ κυρίῳ μου ἀγαπητῷ πατρὶ Νεφερῷ ας…[…]
Παῦλος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.