Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.ness.3.57

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

† ταῦτα μαρτυροῦμεν ἡμεῖς Σέργιος Γεωργίου ἐλέει θεοῦ πρεσβύτερος καὶ Γεώργιος Βίκτορος ἐλέει θεοῦ ἀρχιδιάκονος καὶ Σέργιος Παλλαδίου διάκονος καὶ Ἰωάννης Στεφάνου τοῦ Αζαειαθ καὶ Ζαχαρίας Γεωργίου καὶ Στέφανος Οεδου καὶ Γεώργις Ἠλίου ὅτι σύνηξεν ἡμᾶς Ἰωάννης Ουαλιου πρεσβύτερος καὶ ἡ γυνὴ αὐτοῦ Νόννα Ἰωάννου τοῦ Κοτεμου καὶ μετʼ αὐτῆς ἡ μήτηρ αὐτῆς Θεκεμις καὶ πολλὰ κινηθέντα μεταξὺ αὐτῶν καὶ ἀμφιβαλλόμενα περὶ κεφάλαια καὶ ἐμείναμεν πάντες οἱ προονομασθέντες ἄνδρες ἵνα ὦσιν πρὸς ἄλλους καὶ πολλὰ εἴπαμεν μεταξὺ αὐτῶν ἵνα συναχθῶσιν πρὸς ἀλλήλους καὶ οὐκ ἀνεσχέθησαν. τότε εἶπεν ὁ αὐτὸς Ἰωάννης πρεσβύτερος τῇ αὐτοῦ γυναικὶ ὅτι διδῶ σοι ἐπιλογήν· ἐὰν θέλῃς δικαστὴν καὶ ἐὰν θέλῃς τινά ἐκ τοῦ χωρίου ἡμῶν καὶ ὅν που δʼ ἂν καὶ θέλῃς λαμβάνω μετʼ ἐσοῦ δικαστήν. τότε ἀπεκρίθη ἡ αὐτὴ Νόννα σὺν τῇ μητρὶ αὐτῆς καὶ εἶπαν ὅτι οὐδὲν θέλομεν ἔκ σου οὔτε λαμβάνομεν μετὰ σοῦ τινὰ οὔτε εἵλομεν ἔκ σου τί ποτε οὔτε ἀπὸ προικὸς οὔτε ἀπὸ οἱουδήποτε πράγματος κινητοῦ ἢ αὐτοκίνητου ἀλλὰ ἵνα ἀπολύσῃς ἐμέ. τότε ἀπεκρίθη ὁ αὐτὸς Ἰωάννης παρουσίαν ἡμῶν τῶν προονομασθέντων ἀνδρῶν ὅτι ἀπολυτικὴ εἶ. οὐδένα λόγον ἔχομεν πρὸς ἀλλήλους. καὶ ταῦτα μαρτυροῦμεν ἡμεῖς οἱ προονομασθέντες ἄνδρες ἐνώπιον τοῦ θεοῦ. οὔτε δὲ ἐγὼ Νόννα οὔτε οἱ κληρονόμοι μου οὔτε διάδοχοι οὔτε σοι Ἰωάννῃ οὔτε τοῖς κληρονόμοις σου οὔτε διαδόχοις οὐ περὶ προικὸς οὐ περὶ οὑδήποτε πράγματος μικροῦ ἢ μεγάλου ἐγγράφου ἢ ἀγράφου ἐλθόντος εἰς νοῦν ἢ μὴ ἐλθόντος. ἐγράφθη μηνὸς Γορπιέου ἰνδικτίωνος γ ἔτους κατὰ Ἐλούσης πεντακοσιοστοῦ ὀγδοηκοστοῦ τετάρτου χειρὶ ἐμῇ Σεργίου Γεωργίου καὶ μαρτυρῶ † † Σέργιος Γεωργίου ἐλέει θεοῦ πρεσβύτερος παρήμην καὶ μαρτυρῶ ταῦτα † †Γεώργιος Βίκτορος ἐλέει θεοῦ ἀρχιδιάκων παρήμην καὶ μαρτυρῶ † Σέργις Παλλαδίου ἐλέει θεοῦ διάκων καὶ μαρτυρῶ † Ἰωάννης Στεφάνου Αζζαειαθ παρήμην καὶ μαρτυρῶ ταῦτα ἅμα τοῖς ἐμοῖς ἑταίροις † Στεφάνου Οεδου παρήμην καὶ μαρτυρῶ ταῦτα ἅμα τοῖς ἑταίροις † † Ζαχαρίας Γεωργίου παρήμην καὶ μαρτυρῶ ἅμα τοῖς ἐμοῖς ἑταίροις † † Γεώργιος Ἠλίου παρήμην καὶ μαρτυρῶ †

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.