no image
DDbDP-text
Notice sent to the τοπογραμματεύς from a δημόσιος γεωργός via HGV-meta
Linked by Trismegistos ID
TM 21513.
Each record below describes this same artifact or text from a different angle.
x ἄρουραι ε πυροῦ γ. Ὀννώφρει τοπογραμματεῖ τῆς πρὸς λίβα τοπαρχίας παρὰ Λέοντος τοῦ Ἡρακλείδου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως δημοσίων γεωργῶν. τῶν γεωρ γουμένων ὑπʼ ἐμοῦ βασιλικῶν περὶ τὸν Ἀντιλόχου Ἰβιῶνα ἀν τιπέρα Πέλλης, ἐν τῷ ἐνεσ τῶτι κϛ ἔτει Καίσαρος κατεσπαρ μένων ὑπʼ ἐμοῦ ἐπὶ τοῦ δέον τος καιροῦ μετὰ πλείστης δα πάνης καὶ κακοπαθίας, τούτων ὁλοσκωληκοβρώτωνὁλοσκωληκοβρωτών γεγο νότων ὧν εἶναι ἀπὸ Διονυσίου ἐξηγητοῦ φακῷ ἐσπαρμένας ἀρούρας πέντε καὶ πυρῷ ἀρούρας τρεῖς , γείτονες τῆς μὲν πρώτης σφραγῖδοςσφαγειδες, ἥ ἐστιν τῶν ἐσ παρμένων φακῷ ἀρουρῶν πέντε ἐκ τοῦ ἀπὸ λιβὸς μέρους, βορρᾶ χέρσος, νότου Θέωνος τοῦ Σαρα πίωνος, λιβὸς Οὐιβίου κεντυρίωνοςκεντορίωνος, ἀπηλιώτου Βερενίκης τῆς Ἡρακλείδου, τῆς δὲ τῶν ἀρουρῶν τριῶν ἐκ τοῦ ἀπὸ νότου μέρους, βορρᾶ Ἀρτεμιδώρου, νότου καὶ Τεῶτος, λιβὸς Θέωνος τοῦ προγεγραμμένου, ἀπηλιώ του τῆς αὐτῆς Βερενίκης, ἐπιδίδωμι τὸ ὑπόμνημα καὶ ἀξιῶ, ἐὰν φαίνεταιφαίνετε ἀνα γραφῆναι τὰ προκείμενα ἵνʼ ὦ ἀντειλημμένος. Λέων Ἡρακλείδου ἐπιδέδω κα τὸ προκείμενον ὑπόμνημα καὶ ὀμνύωὀμνύωι ΚαίσαραΚαισαρ Αὐτοκράτορα Θεοῦ υἱὸν Δία Ἐλευθέριον Σεβαστὸν ἀληθῆ εἶναι τὰ προκείμενα καὶSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.