Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oslo.2.40a

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Πτολεμαῖος Ἀπίωνος τοῦ Ἀπίωνος μητρὸς Σαραποῦτος ἀπʼ Ὀξυρύγχων πόλεως Πέρσης τῆς ἐπιγονῆς Ἀπίωνι τῷ καὶ Πετοσοράπει Πετοσοράπιος τοῦ Πετοσοράπιος τῶν κεκοσμητευκότων τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑξακοσίας κεφαλαίου αἷς οὐδὲν προσῆκται τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι. ἀποδώσω δέ σοι τὸ κεφάλαιον σὺν τοῖς τόκοις τριακάδι Μεσορὴ τοῦ ἐνεστῶτος τρισκαιδεκάτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου χωρὶς ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶ, συνχωρῶ μένειν περὶ σὲ καὶ τοὺς παρὰ σοῦ μεταλημψομένους ἀντὶ τοῦ κεφαλαίου καὶ τῶν τόκων τὴν κρά τησιν καὶ κυρίανκυρείαν τῆς ὑπαρχούσης μοι δούλης Ἰσαροῦτος ὡς ἐτῶν ἐννέα ἀσυκο φαντήτου πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς καὶ τάξασθαι ἐὰν ἀφῇ τὰ ὑπὲρ ταύτης τέλη καὶ δεσπόζειν αὐτῆς καὶ τῶν ἀπὸ τοῦ νῦν ἐσομένων ἐξ αὐτῆς ἐκγόνων ὡς ἐὰν πράσεώς σοι γενομένης καὶ τὰ περιεσόμενα ἀποφέρεσθαι καὶ ἑτέροις πωλεῖν καὶ χρᾶσθαι ὡς ἐὰν αἱρῇ μηδεμιᾶς ἐμοὶ ἐφόδου καταλειπομένης. παρέξομαι δὲ σοὶ καὶ τοῖς παρὰ σοῦ τὴν δούλην καὶ τὰ ἐσόμενα ἀπὸ τοῦ νῦν ἔκγονα βέβαια πάσῃ βεβαιώσει οὐκ ἐξόν τος μοι, ἐὰν μὴ πρότερον ἀποδῶ τὰς δραχμὰς ἑξακοσίας καὶ τοὺς τόκους, πωλεῖν οὐδὲ ὑποτίθεσθαι οὐδʼ ἄλλως καταχρηματίζειν τὴν δούλην Ἰσαροῦν οὐδὲ τὰ ἐσόμενα ἐξ αὐτῆς ἔκγονα ἐκλογῆς σοι οὔσης μὴ δικαιοπραγουμένῳ ἐὰν αἱρῇ μετὰ τὸν χρό νον κυριεύειν τῆς δούλης καὶ τῶν ἐσομένων ἐκγόνων ἀντὶ τῶν δραχμῶν ἑξακοσίων καὶ τῶν τόκων ἢ τὴν πάντων καὶ τῶν καὶ τοῦ ὑπερπεσόντος χρόνου δραχμιαίων τόκων πρᾶξιν ποιεῖσθαι ἔκ τε ἐμοῦ καὶ ἐκ τῆς δούλης Ἰσαροῦτος καὶ τῶν ἐκγόνων ἐξ αὐτῆς ἐσομένων καὶ ἐκ τῶν ἄλλων ὑπαρχόντων μοι πάντων. δρασμὸς δὲ ἢ θάνατος ἢ σίνος ἐὰν συμβῇ τῆς αὐτῆς Ἰσαροῦτος καὶ τῶν ἐσομένων ἐκγόνων οὐδὲν βλάβος ἐξακολουθήσει τῷ αὐτῷ κεφαλαίῳ καὶ τοῖς τόκοις οὐδὲ μέρει διὰ τὸ εἶναι πάντα ἀκίνδυνα παντὸς κινδύνου. κύριον τὸ ἰδιόγραφόν μου χειρόγραφον ὅπερ δισσὸν ἔγραψα. ἔτους τρεισκαιδεκάτουτρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαρμοῦθι ιθ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.