Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oslo.2.40b

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Πτολεμαῖος Ἀπίωνος τοῦ Ἀπίωνος μητρὸς Σαραποῦτος ἀπʼ Ὀξυρύγχων πόλεως Πέρσης τῆς ἐπιγονῆς Ἀπίωνι τῷ καὶ Πετοσοράπει Πετοσοράπιος τοῦ Πετοσοράπιος τῶν κεκοσμητευκότων τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίαςχειλίας τετρακοσίας κεφαλαίου αἷς οὐδὲν προσῆκται τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ ἑξῆς μηνὸς Θώθ. ἀποδώσω δὲ σοὶ τὸν μὲν τόκον κατὰ μῆνα, τῆς πίστεως περὶ σὲ οὔσης περὶ ὧν ἐὰν μὴ ἐπιφέρω σου γράμματα, τὸ δὲ κεφάλαιον τριακάδι Μεχεὶρ τοῦ εἰσιόντοςἰσιόντος τεσσαρεσκαιδεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου χωρὶς ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶ, συνχωρῶ μένειν περὶ σὲ καὶ τοὺς παρὰ σοῦ μεταλημψομένους μετὰ τὴν τοῦ κεφαλαίου προθεσμίαν, ἀνθʼ οὗ ἐὰν μὴ ἀποδῶ, τὴν κράτησιν καὶ κυρίαν εἰς τὸν ἀεὶ χρόνον τοῦ ὑπάρχοντός μοι ἐπʼ ἀμφόδου δεκάτης ἡμίσους μέρους πατρικῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων πασῶν, ἧς γείτονες νότου πρότερον Οὐαλεντίας, βορρᾶ πρότερον Σαρᾶς Πτολε μαίου, ἀπηλιώτου δημοσία ῥύμη, λιβὸς Ἀθηναίου, καὶ τάξασθαι τὰ ὑπὲρ τούτου τέλη καὶ δεσπόζειν αὐτοῦ ὡς ἐὰν πράσεώς σοι γενομένης καὶ τὰ περιεσόμενα ἀποφέρεσθαι καὶ ἑτέροις πωλεῖν καὶ χρᾶσθαι ὡς ἐὰν αἱρῇ μηδεμιᾶς μοι ἐφόδου κατα λειπομένης. παρέξομαι δὲ σοὶ καὶ τοῖς παρὰ σοῦ τὸ αὐτὸ ἥμισυ μέρος τῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς βέβαιον ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὸν ἀπὸ ἀπογραφῆς πάσης καὶ ἀπὸ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, οὐκ ἐξόντος μοι ἐὰν μὴ πρότερον ἀποδῶ τὰς δραχμὰς χιλίαςχειλίας τετρα κοσίας καὶ τοὺς τόκους πωλεῖν οὐδὲ ὑποτίθεσθαι οὐδʼ ἄλλως καταχρηματίζειν τὸ ἥμισυ μέρος τῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς οὐδὲ ἀπογράψασθαί τινα ἐπὶ τοῦτο, ἐξόντος σοι διὰ σεαυτοῦ ἀπὸ τοῦ νῦν ὁπότε ἐὰν αἱρῇ κατασχεῖν τὸ αὐτὸ διὰ τῆς νε τὸ ἥμισυ μέρος τῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς ἀντὶ τῶν δραχμῶν χιλίωνχειλίων τετρακοσίων καὶ ὧν ἐὰν μὴ ἀποδῶ τόκων ἢ τὴν τῶν ὀφειλομένων καὶ τῶν καὶ τοῦ ὑπερπεσόντος χρόνου δραχμιαίων τόκων ἐκάστης μνᾶς κα τὰ μῆνα πρᾶξιν ποιεῖσθαι ἔκ τε ἐμοῦ καὶ ἐκ τοῦ ἡμίσους μέρους τῆς οἰκίας καὶ αἰ θρίου καὶ αὐλῆς καὶ ἐκ τῶν ἄλλων ὑπαρχόν των μοι πάντων, μὴ ἐλαττουμένου σου τοῦ Ἀπίωνος τοῦ καὶ Πετοσοράπιος ἐν τῇ πράξει ὧν ἄλλων ὀφείλω σοι καθʼκάτʼ ἕτερον χειρόγραφον δισσὸν δραχμῶν ἑξακοσίων κεφαλαίου καὶ τῶν τούτων ἀπὸ τοῦ ἐξῆς μηνὸς Θὼθ τόκων ἐπὶ κυρίᾳ δούλης μου Ἰσαροῦτος ὃ καὶ εἶναι κύριον κύριον τὸ ἰδιόγραφόν μου τοῦ Πτολεμαίου χειρόγραφον ὅπερ δισσὸν ἔγραψα. ἔτους τρεισκαιδεκάτουτρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεσορὴ ἐπαγομένων γ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.