no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9096.
Each record below describes this same artifact or text from a different angle.
ἐσημειώθη
Σοκνοπαίου Νήσου κάμηλοι ζ πῶλοι β
Ἀπολλινάριστρατηγῷ καὶ Σαραπίωνι
βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος.
παρὰ Πανεφρέμμεως Ὥρου
τοῦ Στοτοήτιος ἀπὸ κώμης
Σοκνοπαίου Νήσου ἀφʼ ὧν
ἀπεγραψάμην τῷ διεληλυθότι ε ἔτει καμήλων θ,
πέπρακα τῷ ἐνεστῶτι μηνὶ Μεχεὶρ Παμίῃ Στοτοήτιος
ἀπὸ τῆς αὐτῆς κώμης καμήλους
β, τοὺς δὲ λοιποὺς καμήλους
ἑπτὰ ἀπογράφομαι εἰς τὸ ἐνεστὸς
ϛ ἔτος Ἀντωνείνου Καίσαρος
τοῦ κυρίου σὺν τοῖς ἐξ ἐπιγονῆς αὐτῶν γενομένοις πῶλοις
δυσί.
ἀπεγράφησαν στρατηγῷ κάμηλοι ζ,
πῶλοι β, ἔτους ϛ Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου Μεχεὶρ ε
ἀπεγράφησαν βασιλικῷ γραμματεῖ κάμηλοι ζ,
πώλοι β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.