no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9334.
Each record below describes this same artifact or text from a different angle.
Σοκνοπαίου Νήσου κάμηλοι ἐξαριθμηθέντες γ.
Στεφάνῳ στρατηγῷ καὶ Ζωίλῳ βασιλικῷ γραμματεῖ
Ἀρσινοΐτου Ἡρακλείδου μερίδος
παρὰ Σαταβοῦτος Σαταβοῦτος τοῦ
Ἁρπαγάθου ἀπὸ κώμης Σοκνοπαίου
Νήσου. ἀφʼ ὧν ἀπεγραψάμην τῷ διεληλυθότι β ἔτει
ἐπὶ τῆς κώμης καμήλων δ καὶ πώλου α, λογιζομένου νυνὶ ἐν τελείοις, ἀπὸ τῶν ἐπὶ τὸ αὐτὸ καμήλων ε
πέπρακα τῷ διεληλυθότι μηνὶ Τῦβι […]
ρωωρ… ἀπὸ ἀμφόδου Διονυσίου
Τόπων κάμηλον α, τοὺς δὲ λοιποὺς
καμήλους δ ἀπογράφομαι εἰς τὸ ἐνεστὸς γ ἔτος Ἀντωνείνου καὶ Οὐήρου
τῶν κυρίων Σεβαστῶν ἐκ δὲ τούτων ἐπέμφθη εἰς χρείας τοῦ καθελκομένου κίονος πορφυριτικοῦ ἐξ ἐνκελεύσεως Ἀννίου Συριακοῦ, τοῦ λαμπροτάτου ἡγεμόνος, κάμηλος εἷς ἐπὶ μισθοφορᾷ.
ἀπογέγραπται στρατηγῷ κάμηλοι δ Μεχεὶρ ε
ἀπογέγραπται βασιλικῷ κάμηλοι δ Μεχεὶρ ε
ἐξηριθμήθη παρὰ στρατηγῷ συμφώνως.
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.