no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9099.
Each record below describes this same artifact or text from a different angle.
Ἁρφαήσι κωμογραμματεῖ Καρανίδος
παρὰ Ἀμμωνίου Ἁρπαγάθου
τοῦ Ἡρᾶ μητρὸς Σεγάθιος ἀπὸ κώμης Καρανίδος· ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς
ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους
θεοῦ Ἀντωνείνου κατʼ οἰκίαν ἀπογραφήν,
εἰς ἣν καταγείνομαι ἐν τῇ κώμῃ,
Θαισαρίου οἰκίαν καὶ αὐλήν· εἰμὶ δὲ
Ἀμμώνιος ὁ προγεγραμμένος ἐτῶν λϛ ἄσημος
καὶ τὴν γυναῖκά μου Θαισάριον Ἀντωνίου ἐτῶν κθ ἄσημον καὶ τὸ ἐξ ἀμφοτέρων
ἡμῶν θυγατέρα Σευθάριον ἐτῶν θ
ἄσημον· ὑπάρχει δὲ τῇ γυναικί μου Θαισαρίῳ τῇ προγεγραμμένῃ ἐν τῇ κώμῃ οἰκία καὶ
αὐλή· διὸ ἐπιδίδωμι.
ἔτους α Ἀντωνείνου Καίσαρος τοῦ κυρίου καὶ
Οὐήρου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ ιγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.