no image
DDbDP-text
Proceedings before a Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 12577.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ὑπομνηματισμῶν Ἱέρακος τοῦ καὶ Νεμεσίωνος στρατηγοῦ Ἀρσινοείτου. ἔτους ε Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Φαμενὼθ ζ δημοσίᾳ πρὸς τῷ λογιστηρίῳ· Σαταβοῦτος Μάρωνος τοῦ Σαταβοῦτος ἀπὸ κώμης Καρανίδος προσελθόν τος καὶ ἐπιδόντος βιβλίδιον ἐπὶ ὑπογραφῆς τοῦ λαμπροτάτου ἡγεμόνος οὕτως ἐχούσης· ἔτους ε Μεχεὶρ ζ. ὁποῖά σού ἐστιν ἡ ἀξίωσις, εἴσεται ὁ στρατηγός· ἀπόδος. ὁ στρατηγός· τὴν ἀξίωσίν σου λέγε. ὁ δὲ εἶπεν· ἐπὶ ξένης ὄντος μου καὶ ἀπόρου με ἀνέδοσαν. ὁ στρατηγός· εἰς κωμογραμματείαν μὴ εἰσδοθήτω.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.