no image
DDbDP-text
[…]…ατ[…]
[…]…[…]. ἀδικοῦμαι ὑπὸ Ὥρου
Διογένους τοῦ λογευτοῦ. τοῦ γὰρ[…]ἔτους
Μεσορὴ ἐπαγομένων α ὁ ἐγκαλούμενος
Ὧρος παραγενόμενος εἰς τὴν οἰκίαν μου
ἐμοῦ ἀπόντος καὶ αἰτήσας τὴν γυναῖκα
τὰ σύμβολα, ὅπως διαλογίσηται, δούσης
αὐτῆς τὰ σύμβολα πιστευούσης αὐτῷ,
ἀπηνέγκατο τὰ σύμβολα εἰς τὸ ἴδιον καὶ
ἔχει αὐτά. μετὰ δὲ ταῦτα ἐπανελθόντος μου
εἰς τὴν κώμην καὶ ἀπαιτήσαντοςτὰ σύμβολα
οὐκ ἀποδέδωκέν μοι κατέχων αὐτὰ παρὰ τὸ καλῶς ἔχον. διὸ ἐπὶ σὲ τὴν καταφυγὴν
πεποιημένος αξιῶ […]
ἕως ἐπὶ τῶν τόπων γένωνται οἱ χρηματισταὶ
τὸν Ὧρον ἐπισκέψασθαι περὶ τούτων,
καὶ ἐὰν ᾖ οἷα γράφω, καιρῷ διαλογισμοῦ[…]
[…] ισα…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.