no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 20760.
Each record below describes this same artifact or text from a different angle.
ἐμίσθωσεν Διονυσία Χαιρήμονος μετὰ κυρίου τοῦ υἱοῦ Ἀπίωνος τοῦ καὶ Διονυσίου Διογέ νους, ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως, Ψενα μούνει Θώνιος μητρὸς Σεοήριος ἀπὸ Πακέρ κηΠαβέρκη ἀπηλιώτου τοπαρχίας, Πέρσῃ τῆς ἐπιγονῆς, εἰς ἔτη ἓξ ἀπὸ τοῦ ἐνεστῶτος ἕκτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, τὰς ὑπαρχού σας αὐτῇ καὶ προγεωργουμένας ὑπὸ τοῦ Ψενα μούνιος καθʼ ἑτέραν μίσθωσιν ἀρούρας τριά κοντα ὀκτώ , ὥστε ἐπὶ μὲν τὰ τακτὰ ἔτη πέντε σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῆται χωρὶς ἰσάτεως καὶ ὀχομενίου, τῷ δὲ ἐσχάτῳ ἐνιαυτῷ ὁμοίως σπεῖραι καὶ ξυλαμῆσαι τοῖς διὰ τῆς προτέρας μισ θώσεως δηλουμένοις ποιῆσαι αὐτὸν τῷ ἐσχάτῳ ἐνιαυτῷ γένεσι, ἐκφορίου τῶν ὅλων ἀρουρῶν ἐπὶ τὴν ἑξαετίαν κα τʼ ἔτος ἀποτακτοῦ πυροῦ ἀρταβῶν ἑκα τὸν ἐνενήκοντα , καὶ σπονδῆς ὁμοίως κα τʼ ἔτος δραχμῶν δέκα δύο , ἀκίνδυνα πάν τα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄν των πρὸς τὴν μεμισθωκυῖαν, ἣν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα κο μίσηται. ἐὰν δέ τις τοῖς ἑξῆς ἔτεσι ἄβροχος γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ, ὃς καὶ βεβαιουμένης τῆς μισθώσεως μετρείτω ἀπὸ τοῦ κατʼ ἔτος ἀποτακτοῦ εἰς δημόσιον θησαυρὸν τὰ ὑπὲρ τῶν ἐδαφῶν κα τʼ ἔτος σιτικὰσειτικὰ δημόσια ταῖς ἑαυτοῦ δαπάναις, ὧν θέμα ἀναδότωἀποδότω τῇ με μισθωκυίᾳμεμιθωκυιη καθαρὸν ἀπὸ πάντων κατʼ ἔ τος ὑπὸ τὴν πρώτην μέτρησιν παρα δεχομένης αὐτῷ μιᾶς ἀντὶ μιᾶς , τὰ δὲ λοιπὰ τῶν κατʼ ἔτος ἐκφορίων καὶ τὴν σπονδὴν ἀποδότω αὐτῇ ἀεὶ μη νὶ Παῦνι ἐφʼ ἅλω ΠακέρκηΠαβέρκη πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευ μένον ὡς εἰς δημόσιον μετρούμενον μέτρῳ τετραχοινίκῳ χαλκοστόμῳ παραλημπτικῷ τῆς μεμισθωκυίας ἢ τῶν παρʼ αὐτῆς μετρούντων. ὃ δʼ ἂν προσ οφειλέσῃ ὁ μεμισθωμένος ἀποτεισά τω μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω τῇ μεμισθωκυίᾳμεμισθωκυίῃ ἔκ τε τοῦ μεμισθωμέ νου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάν των, οὐκ ἐξόντος τῇ μεμισθωκυίᾳμεμισθωκυίῃ ἑτέ ροις μεταμισθοῦν οὐδὲ αὐτουργεῖν ἐν τὸς τοῦ χρόνου. κυρία ἡ μίσθωσις. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαῶφι ε. Ψεναμοῦνις Θώνιος μεμί σθωμαι τὴν γῆν ἐπὶ τὰ ἓξ ἔτη ἀποτακτοῦ κατʼ ἔτος πυροῦ ἀρταβῶν ἑκατὸν ἐνενήκοντα καὶ σπονδῆς δραχμῶν δέκα δύο , καὶ ἀπο δώσω πάντα ὡς πρόκιται. Θέων Θέωνος μητρὸς Ὠφελίας ἔγρα ψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμ ματα. χρόνος ὁ αὐτός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.