Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.1.105
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι ιγ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχηι. τάδε διέθετο νοῶν καὶ φρονῶν Πεκῦσις Ἑρμοῦ τοῦ Πεκύσιος μητρὸς Διδύμης τῆς Φιλώτου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ· ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν κατὰ τῶν ἐμῶν ἐξουσίαν καὶ μεταδιατίθεσθαι. ἐὰν δὲ ἐπὶ ταύτῃ τελευτήσω τῇ διαθήκῃ, κληρονόμον ἀπολείπω τὴν θυγατέραθυγατεραν μου Ἀμμωνοῦν μητρὸς Πτολεμᾶς, ἐὰν ζῇ, εἰ δὲ μή, τὴν ταύτης γενεάν, τῶν ὑπαρχόντων μοι ἐπʼ ἀμφόδου Κρητικοῦ μερῶν κοινωνικῆςοιοινωνικης οἰκίας καὶ αὐλῆς καὶ καμαρῶν. τὰ δὲ ὑπʼ ἐμοῦ ἀπολειφθησόμενα σκεύη καὶ ἔπιπλα καὶ ἐνδομενείαν καὶ εἴ τι ἄλλο ἐὰν ἔχω, πάντα καταλείπω τῇ τῶν μὲν ἐμῶν τέκνων μητρὶ ἐμοῦ δὲ γυναικὶ Πτολέμᾳ, ἀπελευθέρᾳ Δημητρίου Ἑρμίππου, ἐπὶ τῷ αὐτὴν ἔχειν ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον τὴν χρῆσιν καὶ ἐνοίκησιν καὶ ἐνοι κίων ἀποφορὰν τῶν μερῶνἐνοικοδόμησιν τῆς αὐτῆς οἰκίας καὶ αὐλῆς καὶ καμαρῶν. ἐὰν δὲ συμβῇ τὴν Ἀμμωνοῦν ἄτεκνον καὶ ἀδιάθετον τελευτῆσαι, ἔσται τὰ μέρη τῶν ἐνγαίων τοῦ ὁμομητρίου αὐτῆς ἀδελφοῦ Ἀντᾶτος, ἐὰν ζῇ, εἰ δὲ μή, καὶ μὴ ἐξεῖναι μηδενὶ ἄλλῳ παρεγχειρεῖνπαρενχιρεῖν μὴ ἐξέστω ἐνχιρεῖν τοῖς ὑπʼ ἐμοῦ διατεταγμένοις, ἢ τὸν παραβάντα τι τούτων ἀποτίνειν τῇ θυγατρὶ μου καὶ κληρονόμῳ Ἀμμωνοῦτι ἐπιτίμου δραχμὰς χιλίαςχειλίας καὶ Πεκῦσις Ἑρμοῦ τοῦ Πεκύσιος καταλείπω μετὰ τελευτήν μου κληρονόμον τὴν θυγατέρα μου Ἀμμωνοῦν τῶν ἐπʼ ἀμφόδου Κρητικοῦ μερῶν οἰκίας καὶ αὐλῆς καὶ καμαρῶν· τῇ δὲ γυναικί μου Πτολέμᾳ καταλείπω πάν τα τὰ σκεύη μου καὶ ἔπιπλα καὶ ἐνδομενείαν καὶ εἴ τι ἄλλο ἐὰναἰὰν ἔχωχω, καὶ ἐφʼ ὅσον ζῇ τὴν ἐνοίκησιν τῶν μερῶν τῆς οἰκ ίας καὶ αὐλῆς καὶ καμαρῶν. ἐὰν δὲ ἡ Ἀμμωνοῦς ἄτεκνος καὶ ἀδιάθετος τελευτήσῃ, ἔστω τὰ μέρη τῶν ἐνγαίων τοῦ ὁμομητρίου αὐτῆς ἀδελφοῦ Ἀντᾶτος ὡς πρόκιται. εἰμὶ ἐτῶν τεσσαράκοντα τεσσάρων , οὐλὴ τραχήλῳ ἐξ ἀριστερῶν, καὶ ἔστι μου ἡ σφραγὶς Ἄμμωνος.μωνοσ. Σαραπίων Σαραπίωνος τοῦ Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ ΠεκύσιοςΠεκυσις διαθήκῃ, καὶ εἰμὶ ἐτῶν , οὐλὴ , καὶ ἔστι μου ἡ σφραγὶς Διονύσου. Ἑκάτων Σαραπίωνος τοῦ Ἑκάτωνος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν , οὐλὴ , καὶ ἔστι μου ἡ σφραγὶς Σαράπιδος. Παποντὼς Διογένους τοῦ Παποντῶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν , καὶ ἔστιν μου ἡ σφραγὶς Διὸς ἐπʼ ἀέτῳΔιογεπαστω. Ζωίλος Ζωίλου τοῦ Πανεχώτου τῶν ἀπὸ τῆς αὐτ ῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσεος διαθήκῃ, καὶ εἰμὶἰμὶ ἐτῶν τεσσαράκοντα ὀκτὼ , οὐλὴ πήχειπήχι ἀριστερῷ, ἡ δὲ σφραγίς μού ἐστιν Ἁρποκράτου ἐπὶ κιβωρτωι. Ἡρᾶς ὁ καὶ Σάιος Ζηνᾶτος τοῦ Ἡρᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶμαρτυρῶι τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν , οὐλὴ ἀντικνημίωι δεξιῶι, καὶ ἔστι μου ἡ σφραγὶς προτομὴρμη φιλοσόφου. Διονύσιος Διονυσίου τοῦ Διογένους ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν τεσσαράκοντα ἕξ , οὐλὴ παρὰ κρόταφον δεξιόν, καὶ ἔστι μου ἡ σφραγὶς Διονυσοπλάτωνος. μνημονείουμετημ Ὀξυρύγχων πόλεως. ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ ΣεβαστοῦἉδριανοῦ, Τῦβι ιγ. διαθήκη Πεκύσιος Ἑρμοῦ τοῦ Πεκύσιος μητρὸς Διδύμης Φιλώτου ἀπʼ Ὀξυρύγχων πόλεως.Cross-references (3)
- TM-Text 20764 primary
- DDbDP-Text p.oxy;1;105 tier-1
- HGV-Text 20764 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.