no image
DDbDP-text
Letter via HGV-meta
Letter from Korbolon to Herakleides about purchases and goods sent. A private letter from Korbolon to Herakleides son of Ammonios, written at Oxyrhynchus in the 2nd century AD. He reports goods sent and received (a key, a tortoise-shell, apples, cheeses), asks for dye matching a sample and a silver seal, and gives instructions about payments to Amarantos. machine translation
Linked by Trismegistos ID
TM 28405.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
Κορβόλων Ἡρακλείδῃ τῶι κυρίωι
χαίρειν.
ἔπεμψά σοι διὰ Ὡρίωνος τὴν κλεῖδα καὶ
διὰ Ὀννώφριος καμηλίτου Ἀπολλωνίου τὸ χελώνιον. συνήλιξα
ἐκείνῃ τῆι ἐπιστολῇ δεῖγμα λευκόινον·
πρὸς αὐτό μοι οὖν ἐρωτηθεὶς εὖ ποιήσεις ἀγοράσεις μοι δραχμὰς β, καὶ ταχύ μοι
πέμψον διʼ οὗ ἐὰν εὕρῃς, ἐπεὶ ὁ χιτὼν
ὑφανθῆναι μέλλει. ἐκομισάμην
πάνθʼ ὅσα ἔγραψας κομίσασθαί με
παρὰ Ὀννώφριος ὑγιῆ. ἔπεμψά σοι
τοῦ αὐτοῦ διὰ Ὀννώφριος μήλων χοίνικας ἓξ
καλῶν. χάριν ἔχω θεοῖς πᾶσιν γιγνώσκων
ὅτι μετέλαβον παρατετευχότα
Πλουτίωνα εἰς τὸν Ὀξυρυγχείτην.
μὴ δόξῃς με ἠμεληκότα τῆς κλειδός, ἀλλὰ ἡ αἰτία αὕτη ἐστίν, διὰ τὸ
τὸν χαλκέα μακρὰν ἡμῶν εἶναι.
περὶ ὧν σοι ἐγεγράφειν διὰ Κορβόλωνος πέμψαι μοι θαυμάζω πῶς
οὐκ ἐδικαίωσάς μοι πέμψαι, καὶ
ταῦτα ἐμοῦ χρῄζοντος εἰς ἑορτήν.
ἐρωτηθεὶς ἀγόρασόν μοι σφραγῖδα ἀργυρᾶν καί τάχιόν μοι πέμψον. σπούδασον ἕως οὗ ἀγοράσῃ
[r,ms]
μοι Ὀννῶφρις ἃ αὐτῷ εἴρηκεν μήτηρ Εἰρήνης. εἶπον αὐτῷ ὅτι ἔλεγε Σύντροφος μηκέτι δοῦναι
τι Ἀμαράντωι εἰς τὸν ἐμὸν λόγον ἀπὸ τοῦ νῦν. ὅτι ἔδωκας αὐτῶι δήλωσόν μοι ἵνα συνάρωμαι αὐτῶι λόγον· ἐὰν δʼ ἄρα μή, ἅμα τῶι υἱῶι μου ἐξέρχομαι τούτου ἕνεκα.
[v]
ἔσχον παρὰ Κορβόλωνος τοὺς τυροὺς τοὺς μεγάλους· οὐκ ἤθελον δὲ μεγάλους ἀλλὰ
μικροὺς ἤθελον. περὶ δὲ καὶ σὺ ὧν θέλεις δήλου μοι ἡδέως ποιήσοντι. ἔρρωσο.
Παῦνι α. πέμψον μοι κοπτῶν ὀβολὸν ἕνα τῶι παιδὶ τῆς ἀδελφῆς.
Ἡρακλείδῃ Ἀμμωνίου τῶι κυρίωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.