no image
DDbDP-text
Repair of a Waterwheel via HGV-meta
Acknowledgement of receipt of a waterwheel axle from the Apion estate. Aurelius Ptollion, a registered farmer of the hamlet of Ambious, acknowledges to the heirs of the patrician Apion that he received a new axle for the estate waterwheel he operates, expected to serve seven years. The document was drawn up at Oxyrhynchus on 11 January 584. machine translation
Linked by Trismegistos ID
TM 20776.
Each record below describes this same artifact or text from a different angle.
[r]
† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Τιβερίου
Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους γ, μετὰ τὴν
ὑπατείαν τοῦ τῆς θείου λήξεως γενομένου ἡμῶν δεσπότου Τιβερίου
Κωνσταντίνου ἔτους ϛ, Τῦβι ιε, ἰνδικτίονος β.
τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς εὐκλεοῦς μνήμης
Ἀπίωνος γενομένου πρωτοπατρικίου, γεουχοῦσιν καὶ ἐνταῦθα
τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ
ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς
αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχήν,
Αὐρήλιος Πτολλίων υἱὸς Ἀνουθίου μητρὸς Νόννης, ὁρμώμενος
ἀπὸ ἐποικίου Ἀμβιοῦτος τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος
τῇ ὑμῶν ὑπερφυείᾳ, ἐναπόγραφος αὐτῆς γεωργός, χαίρειν.
χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπʼ ἐμὲ γεουχικὴν μηχανὴν
καλουμένην γῃδίου Ἀνιανοῦ ἀντλοῦσαν εἰς ἀρόσιμον γῆν
ἄξονος ἑνός , ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν
ὑμῶν ὑπερφύειαν ὥστε κελεῦσαί μοι τὸν αὐτὸν ἄξονα
παρασχεθῆναι, καὶ εὐθέως ἡ ὑμῶν ὑπερφύεια, πρόνοιαν
ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων, τούτου
τὴν τιμὴν κατελογίσατό μοι ἐν τοῖς πιττακίοις μου καινοῦ ἐπιτηδείου
ἀντλητικοῦ εὐαρέστου. ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων
τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστιν Τῦβι
πεντεκαιδεκάτη τῆς παρούσης δευτέρας ἰνδικτίονος, ὑδροπαροχίας καρπῶν τῆς
σὺν θεῷ τρίτης ἐπινεμήσεως, τὸν δὲ αὐτὸν ἄξονα ἐξυπηρετούμενον τοῖς ποτισμοῖς
ἐπὶ ἑπταέτη χρόνον, τὸν δὲ παλαιὸν δοθέντα τῷ θυρουρῷ. κυρία ἡ χειρογραφία
ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Πτολλίων υἱὸς Ἀνουθίου, στοιχεῖ μοι αὕτη ἡ χειρογραφία
ὡς πρόκειται. Παπνούθιος ἔγραψα ὑπὲρ ἀγραμμάτου ὄντος. † γίνεται ἄξων εἷς μόνος. † † †
† di emu Papnutiu sunbolaeographu.
[v]
† χειρογραφία Πτολλίωνος υἱοῦ Ἀνουθίου ἀπὸ ἐποικίου Ἀμβιοῦτος,
ὑποδοχῆς ἄξονος ἑνός. †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.