no image
DDbDP-text
Receipt for an Axle via HGV-meta
Receipt for an axle for an estate irrigation machine. A receipt in which Aurelius Sarmatas, an illiterate registered farmer on the Parthenias estate, acknowledges to Flavia Praeiecta and her son Apion, heirs of the patrician Apion, that he has received a new axle for the estate's irrigation machine, its price having been credited to him. It was written at Oxyrhynchus in January 591. machine translation
Linked by Trismegistos ID
TM 22084.
Each record below describes this same artifact or text from a different angle.
[r]
† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου
μεγίστου εὐεργέτου Φλαουΐου Μαυρικίου Νέου Τιβερίου τοῦ
αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους θ,
ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους η,
Τῦβι ιζ, ἰνδικτίωνος θ.
Φλαουΐοις Πραιϊέκτῃ καὶ Ἀπίωνι τῷ αὐτῆς υἱῷ
τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ ἐν εὐκλεεῖ
τῇ μνήμῃ Ἀπίωνος γενομένου πατρικίου γεουχοῦσιν
καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ
οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος
τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις
ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιος
Σαρμάτας υἱὸς Φοιβάμμωνος μητρὸς Ἄννας
ὁρμώμενος ἀπὸ κτήματος Παρθενιάδος διαφέροντος
τῇ ὑμῶν ὑπερφυείᾳ τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφος
αὐτῆς γεωργὸς χαίρειν. χρείας καὶ νῦν γεναμένης
εἰς τὴν ὑπ’ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην
῎Εσωθεν Τοῦ Αὐτοῦ Κτήματος ἀντλοῦσαν εἰς ἄμπελον
καὶ ἀρόσιμον γῆν ἄξονος ἑνός, ἀνελθὼν ἐπὶ τῆς
πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν διὰ τῶν
αὐτῇ προσηκόντων ὥστε κελεῦσαι παρασχεθῆναί
μοι τὸν αὐτὸν ἄξονα. καὶ εὐθέως πρόνοιαν
ποιουμένη τῆς συστάσεως τῶν αὑτῆς πραγμάτων
τοῦτον ἀγορασθέντα παρ’ ἐμοῦ ἐν ἀγροῖς καὶ τὴν
ὑπὲρ αὐτοῦ τιμὴν λογισθεῖσάν μοι ἐν τοῖς ἐμοῖς
ἐνταγίοις καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον
ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν
ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ, ἥτις ἐστὶν Τῦβι
ἓξ καὶ δεκάτη τῆς παρούσης ἐνάτης ἰνδικτίωνος, ὑδροπαροχίας δὲ καρπῶν τῆς σὺν Θεῷ δεκάτης
ἐπινεμήσεως. καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς
ταύτην πεποίημαι τὴν χειρογραφίαν, ἥτις κυρία
οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. † Αὐρήλιος
Σαρμάτας ὁ προγεγραμμένος πεποίημαι ταύτην
τὴν χειρογραφίαν τοῦ εἰρημένου ἑνὸς ἄξονος ὡς
πρόκειται. Ἀναστάσιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου
ὄντος. †
☧ di emu Anastasiu eteliothe†
[v]
† χειρογραφία Σαρμάτου υἱοῦ Φοιβάμμωνος ἀπὸ κτήματος Παρθενιάδος
ἄξονος ἑνός. †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.