no image
DDbDP-text
Appointment of a Guardian via HGV-meta
Linked by Trismegistos ID
TM 20718.
Each record below describes this same artifact or text from a different angle.
Μαξίμῳ ἱερεῖ ἐνάρχῳ ἐξηγητῇ
βουλευτῇ
παρὰ Ταβησάμμωνος Ἀμμωνίου τοῦ καὶ Κασσίου ἀπʼ Ὀξυρύγχων
πόλεως, μητρὸς Διοφαντίδος
ἀστῆς. δανειζομένη εἰς ἀναγκαίας μου χρείας ἀργύριον ἔντοκον ἐν δραχμαῖς ἑξακισχιλίαις
ἐπʼ ἀσφαλείᾳ τοῦ ὑπάρχοντός μοι
περὶ κώμην Σιναρὺ ἀμπελικοῦ
κτήματος καὶ ἀνηκόντων αὐτῷ
πάντων, αἰτοῦμαι διὰ σοῦ, ἐπισταμένη γράμματα τῷ τὸν διαδεχόμενον τὴν στρατηγίαν βασιλικὸν γραμματέα μὴ ἐνδημεῖν,
ἐπιγραφῆναί μου κύριον πρὸς
μόνην ταύτην τὴν οἰκονομίαν
Ἀμοιτᾶν Πλουτίωνος μητρὸς
Δημητροῦτος ἀπὸ τῆς προκειμένης Ὀξυρύγχων πόλεως, παρόντα καὶ εὐδοκοῦντα. διέγραψα δὲ
τὸ ὡρισμένον τῆς αἰτήσεως τέλος. ἔτους ιβ Αὐτοκρατόρων
Καισάρων Λουκίου Σεπτιμίου
Σεουήρου Εὐσεβοῦς Περτίνακος
Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ
Μεγίστου καὶ Μάρκου Αὐρηλίου
Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν
Καίσαρος Σεβαστοῦ, Φαῶφι λ.
Ταβησάμμων Ἀμμωνίου ἐπιδέδωκα. Ἀμοιτᾶς Πλουτίωνος εὐδοκῶ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.