no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9044.
Each record below describes this same artifact or text from a different angle.
Λούκιος Λογγῖνος Γέμελλος Ἀντινοεὺς
Ἁδριάνιος ὁ καὶ Καπιτωλιεὺς Ἀντωνίᾳ
Ἀμερύλλῃ Ἀντινοΐδι μετὰ κυρίου τοῦ ἀνδρὸς
Γαΐου Λοκρητίου Μαξίμου γενομένου ἐπάρχου χειροτεχνῶν χαίρειν. ἐπεὶ ἐδανεισάμην παρὰ σοῦ καθʼ ὁμολογίαν τῇ ἐνεστώσῃ ἡμέρᾳ ἀργυρίου δραχμὰς ἐννακοσίας
τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα
ὑπαλλάξας τὰς ὑπαρχούσας μοι περὶ τὸν
δρυμὸν Κερκήσεως κώμης ἱερᾶς ἀρούρας
τέσσαρας , ἐν αἷς οἰκόπεδα καὶ ὑποδοχεῖα,
οὐκ ἐδηλώθη δὲ διὰ τῆς ὁμολογίας τὰ
περὶ τούτων δίκαια ὡς ὑπάρχει μοι, ἀναδέδωκα δέ σοι αὐτὰς τὰς οἰκονομίας πρὸς
ἀσφάλειαν τοῦ προκειμένου κεφαλαίου
καὶ τόκων, αἷς ἐὰν μὴ ἀποδιδῶ χρήσῃ
τοῖς περὶ τούτων νομίμοις πᾶσι. τὸ χειρόγραφον τοῦτο γραφὲν δισσὸν καὶ καθαρὸν
κύριον ἔστω. ἔτους κα Αὐτοκράτορος
Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.