no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9113.
Each record below describes this same artifact or text from a different angle.
[r]
Οὐαλέριος Λόγγος ἱππεὺς ἴλης Ἀπριανῆς
τύρμης Τρανιανῆς Ἰουλίῳ Ἀγριππιανῷ
ἱππεῖ ἴλης τῆς αὐτῆς, τύρμης Οὐολουμνίου χαίρειν. ὁμολογῶ ἔχειν παρά σου
χρῆσιν ἔντοκον ἀργυρίου σεβαστοῦ
νομίσματος δραχμὰς ἑκατὸν τεσσεράκοντα, ἃς καὶ ἀποδώσω σοι τῷ
ἔγγιστα δοθησομένῳ ὀψωνίῳ
ἀνυπερθέτως τῆς πράξεώς σοι γινομένης ἔκ τε ἐμοῦ τε καὶ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ
δίκης· τὸ δὲ χειρόγραφον τοῦτο
κύριον ἔστω πανταχῇ καὶ παντὶ
τῷ ἐπιφέροντι ὡς ἐν δημοσίῳ
κατακεχωρίσμένον, μενόντων
σοι τῶν, ὧν ὀφείλω σοι, δραχμῶν
χιλίων· Σεμπρώνιος Σαβῖνος ἱππεὺς
ἴλης τῆς αὐτῆς, τύρμης Οὐολουμνίου
ἔγραψα ὑπὲρ αὐτοῦ ἐρωτηθεὶς διὰ τὸ βραδύτερα αὐτὸν γράφειν αὐτοῦ γράφοντος
τὸ ὄνομα. ἔτους δ Ἁδριανοῦ Καίσαρος
τοῦ κυρίου Παῦνι κη. Οὐαλέρις Λόγγος
ὁ προγεγραμμένος ἔλαβον, καθὼς πρόκειται.
[v]
χειρόγραφον Οὐαλερίου ΛόνγουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.