no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 10733.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον χειρογράφου.
Λυσίμαχος Οὐαλερίῳ τῷ καὶ
Ἡρακλείδῃ ὁμοπατρίῳ καὶ ὁμομητρίῳ μου ἀδελφῷ χαίρειν. ὁμολογῶ κατὰ τοῦτο τὸ χειρόγραφον
ἔχειν παρά σου ἀφʼ ὧν εὐχρήστησαι
παρὰ Ἡρακλείδου τοῦ Πτολεμαίου
ὁμοίως κατὰ χειρόγραφον ἀργυρίου
δραχμῶν ἑκατὸν ὀκτώ , ὡς ἐπιβάλλει μοι μόνῳ τῷ Λυσιμάχῳ, ἀργυρίου
δραχμὰς πεντήκοντα τέσσαρας
ἐντόκους, ἃς καὶ ἀποδώσω σοι ἐν
μηνὶ Μεσωρὴ τοῦ ἐνεστῶτος
ἐννεακαιδεκάτου ἔτους
Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ
κυρίου ἀνυπερθέτως, τῆς πράξεώς σοι οὔσης τῷ Οὐαλερίῳ ἔκ τʼ
ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι
πάντων καθάπερ ἐκ δίκης. ἡ χεὶρ
κυρία. ἔτους ἐννεακαιδεκάτου
Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ
κυρίου Μεσωρὴ νουμηνίᾳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.