no image
DDbDP-text
Petition to the Nomarch via HGV-meta
Linked by Trismegistos ID
TM 15173.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
Ἀρτεμίδωρος νομάρχης Ἀντινόου πόλεως
Δαμαρίωνι στρατηγῶι
Θεμίστου καὶ πολέμωνος μερίδων
τῶι φιλτάτωι χαίρειν.
τῶν δοθέντων μοι βιβλιδίων ἐξ ἀναπομπῆς τοῦ κρατίστου ἐπιστρατήγου
Οὐεττίου Τύρβωνος παρὰ Λυσιμάχου τοῦ καὶ
Διδύμου Ἡρακλείδου Ματιδείου τοῦ καὶ
Καλλιτεκνείου ἴσον σοι ἔπεμψα, φίλτατε,
ὅπως πέμψῃς ἐνθάδε τὸν διʼ αὐτοῦ δηλούμενον Σερῆνον κριθησόμενον κατὰ
τὰ ἐπὶ Ἀντινοέων διατεταγμένα.
ἐρρῶσθαί σε εὔχομαι
φίλτατε.
ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ
Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου
Μεσορὴ β.
[r,2]
Ἀρτεμιδώρῳ νομάρχῃ Ἀντινόου πόλεως
παρὰ Λυσιμάχου τοῦ καὶ Διδύμου Ἡρακλείδου Ματιδίου τοῦ
καὶ Καλλιτεκνίου. οὗ ἐπέδωκα Οὐεττίῳ Τούρβωνι τῷ
κρατίστῳ ἐπιστρατήγῳ βιβλιδίου καὶ ἧς ἔτυχον ὑπʼ αὐτοῦ
ὑπογραφῆς ἀντίγραφον ὑπέταξα καὶ ἀξιῶ σε ἐπιστεῖλαι τῷ
τῆς Θεμίστου καὶ Πολέμωνος μερίδων τοῦ Ἀρσινοείτου
στρατηγῷ πέμψαι ἐνθάδε τὸν διʼ αὐτοῦ δηλούμενον
κριθησόμενόν μοι κατὰ τὰ ἐπʼ Ἀντινοέων διατεταγμένα. διευτύχει. ἔστι δέ· Οὐεττίῳ Τούρβωνι τῷ κρατίστῳ
ἐπιστρατήγῳ παρὰ Λυσιμάχου τοῦ καὶ Διδύμου Ἡρακλείδου Ματιδείου τοῦ καὶ Καλλιτεκνίου Ἀντινοέως.
ἐδάνεισα, κύριε, Δίῳ Χαιρήμονος τοῦ Χαιρήμονος
ἀπὸ κώμης Ταλεὶ τῆς Πολέμωνος τοῦ Ἀρσινοείτου νομοῦ κατὰ δισσὸν ἰδιόγραφον αὐτοῦ χειρόγραφον ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας
τεσσαράκοντα τόκου δραχμιαίου ἑκάστης μνᾶς τὸν
μῆνα ἕκαστον τῷ ιη ἔτει Αὐρηλίου Κομμόδου Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου καὶ Θεοῦ Αὐρηλίου Ἀντωνίνου μηνὶ Ἁθύρ, καὶ μήπω τῆς ἀποδόσεως γεγενημένης
ὁ προγεγραμμένος Δῖος ἐτελεύτησεν ἐπὶ κληρονόμοις. ἐπεὶ οὖν ὁ τούτων ἐπίτροπος Σερῆνος
οὐ βούλεται τὴν ἀπόδοσίν μοι ποιήσασθαι τοῦ τε
κεφαλαίου καὶ τῶν τόκων διαβάλλων με μίαν
ἐκ μιᾶς , καταφρονῶν μου τῆς ἐνταῦθα ἐπιμονῆς,
δέομαι, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι γραφῆναι
τῷ τῆς Θεμίστου καὶ Πολέμωνος μερίδων τοῦ Ἀρσινοείτου στρατηγῷ πέμψαι τὸν προγεγραμμένον Σερῆνον ἐνθάδε εἰς τὴν Ἀντινόου κατὰ τὰ ἐπʼ Ἀντινοέων διατεταγμένα κριθησόμενόν μοι
περὶ τούτου πρὸς τὸ δύνασθαί με ἐκ τῆς σῆς βοηθείας ἀπολαβεῖν τὸ ἴδιον καὶ διὰ παντὸς εὐχαριστεῖν σου τῇ τύχῃ, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει. Λυσίμαχος
ὁ καὶ Δίδυμος ἐπιδέδωκα. ἔτους κβ Ἁδριανοῦ λ.
ἔντυχε τῷ νομάρχῃ, ὃς τὴν ἀξίωσίν σου δοκιμάσει. ἀπόδος. ἕως τούτου τὸ ἀντίγραφον.
ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου
Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ
Σαρματικοῦ Γερμανικοῦ Μεγίστου, Ἐπεὶφ κγ. Λυσίμαχος
ὁ καὶ Δίδυμος ἐπιδέδωκα.
[v]
Δαμαρίωνι στρατηγῷ Ἀρσινοείτου Θεμίστου καὶ Πολέμωνος μερίδων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.