no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 20540.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἀντίγραφον. Διόσκορος Ζηνοδώρου Πέρσαι τῆς ἐπιγονῆς Τρύφωνι
Διονυσίου χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων
πόλει Σαραπείου διὰ τῆς Ἀρχιβίου τοῦ Ἀρχιβίου τραπέζης ἀργυρίου
Σεβαστοῦ νομίσματος δραχμὰς πεντήκοντα δύο κεφαλαίου
αἷς οὐδὲν τῶι καθόλου προσῆκται, ἃς καὶ ἀποδώσω σοι τῇ τριακάδι
τοῦ Καισαρείου μηνὸς τοῦ ἐνεστῶτος γ ἔτους Νέρωνος Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος χωρὶς πάσης
ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται ἐκτείσω σοι
τὸ προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας καὶ τοῦ ὑπερπεσόντος χρόνου τοὺς καθήκοντας τόκους, τῆς πράξεώς σοι
οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων
καθάπερ ἐκ δίκης. κυρία ἡ χεὶρ πανταχῇ ἐπιφερομένη
καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους γ Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Γερμανικείου ιη Σεβαστῇ.
ὑπογραφῆς ἀντίγραφον. Διόσκορος Ζηνοδώρου ἔχω τὰς τοῦ ἀργυρίου
δραχμὰς πεντήκοντα δύο κεφαλαίου καὶ ἀποδώσω
καθότι πρόκειται. Ζωίλος Ὥρου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος
γράμματα. ἔτους γ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος, μηνὸς Γερμανικείου ιη Σεβαστῇ.
σημειώσεως ἀντίγραφον. ἔτους γ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Γερμανικείου ιη Σεβαστῇ.
διὰ Θέωνος τοῦ Σύρου τοῦ συνεσταμένου ὑπὸ Ἀρχιβίου τραπεζίτου γέγονεν ἡ διαγραφή.
[2]
Τρύφων Ἀμμωνᾶτι
τῷ μακρῷ τῷ φιλτάτῳ χαίρειν. ἐὰν δύνῃ ἐρωτηθεὶς ὄχλησον Διόσκορον καὶ ἔκπραξον αὐτὸν τὸ
χειρόγραφον καὶ
ἐάν σοι δῷ τὸ ἀργύριον
δοῖς αὐτῷ ἀποχήν,
καὶ ἐὰν εὕρῃς ἀσφαλὴν δὸς αὐτῷ τὸ ἀργύριον ἐνέγκαι μοι.
ἄσπασαι τοὺς σοὺς
πάντας. ἔρρωσο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.