no image
DDbDP-text
Registration of a Mortgage via HGV-meta
Linked by Trismegistos ID
TM 20512.
Each record below describes this same artifact or text from a different angle.
[r]
Χαιρήμων Χαιρήμωνος Μαρωνεὺς ὁ συνεσταμένος ὑπὸ Κλαυδίου Ἀντονίνου τῷ ἀγορανόμῳ χαίρειν. ἀνάγραψαι συγγραφὴν ὑποθήκης
Διδύμου τοῦ Σαραπίωνος τοῦ Διδύμου μητρὸς
Χαριτοῦτος τῆς Πετοσίου τῶν ἀπʼ Ὀξυρύγχων
πόλεως, τῶν ὑπαρχόντων τῷ ὑποτιθεμένῳ Διονυσίῳ τῷ καὶ Ἀμόιτι Φανίου τοῦ καὶ Ἀμόιτος τοῦ Φανίου
μητρὸς Ζηναρίου τῆς Διονυσίου τῶν ἀπὸ τῆς
αὐτῆς πόλεως, καὶ μεμερισμένων αὐτῷ ὑπὸ τῆς
μητρὸς Ζηναρίου, ὁπότε περιῆν, διʼ ἧς ἔθετο περὶ
καταθέσεως διὰ τοῦ ἐν τῇ αὐτῇ πόλει μνημονίου
τῷ Μεχεὶρ μηνὶ τοῦ δεκάτου ἔτους Νέρωνος
ὁμολογίας, ἀπὸ τῆς ὑπαρχούσης αὐτῇ ἐπὶ τοῦ πρὸς
Ὀξυρύγχων πόλει Σαραπίου ἐπʼ ἀμφόδου Ἑρμαίου οἰκίας ἐν ᾗ πύργος δίστεγος καὶ προπυλὼν
καὶ ἐξέδρακαὶ αἴθριον καὶ καμάρα καὶ τῆς προσούσης τῷ πύργῳ ἐκ τοῦ ἀπὸ βορρᾶ μέρους αὐλῆς
ἐν ᾗ φρέαρ λίθινον καὶ ψιλῶν τόπων, πρότερον
Ἡρακλείδου τοῦ Φιλοξένου καὶ Πτολέμας τῆς Ἀσίνιος, ἐκ τοῦ ἀπὸ βορρᾶ μέρους ἀρξαμένου ἀπὸ τῆς
βορρινῆςγωνίας τοῦ προπυλῶνος ἐπὶ νότον, βορρᾶ
ἐπὶ νότον ἐξ ἀμφοτέρων τῶν μερῶν πηχῶν
δέκα ἕξ , λιβὸς ἐπʼ ἀπηλιώτην ὁμοίως ἐξ ἀμφοτέρων τῶν μερῶν πηχῶν τριάκοντα δύο , ὥστʼ εἶναι ἐπὶ τὸ αὐτὸ ἐμβάτου πήχεις πεντακοσίους
δέκα δύο , σὺν τοῖς ἐμπεσουμένοις εἰς τούτους
φορτίοις πᾶσι, καὶ ὅλης τῆς ἐκ τοῦ ἀπὸ βορρᾶ μέρους
τοῦ πύργου αὐλῆς ἐν ᾗ τὸ φρέαρ, μέτρα καὶ ταύτης
βορρᾶ ἐπὶ νότον ἐξ ἀμφοτέρων τῶν μερῶν πήχεις
εἴκοσι τέσσαρας , λιβὸς ἐπʼ ἀπηλιώτην ὁμοίως ἐξ ἀμφοτέρων τῶν μερῶν πήχεις ἕνδεκα , ὥστʼ εἶναι
καὶ τῆς αὐλῆς ἐμβάτου πήχεις διακοσίους ἑξήκοντα τέσσαρας , σὺν τοῖς καὶ εἰς τούτους συνεμπεσουμένοις φορτίοις πᾶσι, ὥστʼ εἶναι ἐπὶ τὸ αὐτὸ
ἐμβάτου πήχεις ἑπτακοσίους ἑβδομήκοντα ἕξ ,
πάντα δὲ ἀκολούθως τῇ δηλουμένῃ ὁμολογίᾳ· ὧν ὑπέθετο αὐτῷ ὁ προγεγραμμένος Διονύσιος ὁ καὶ Ἀμόις πρὸς ἀργυρίου κεφαλαίου δραχμὰς
χιλίας τριακοσίας τόκου δραχμιαίου ἑκάστης
μνᾶς τοῦ μηνὸς ἑκάστου ἐπὶ χρόνον μῆνας δέκα
δύο ἀπὸ τοῦ εἰσιόντος μηνὸς Φαρμοῦθι, ὧν τιμὴ
ὡς τῶν δ δραχμῶν Αω χαλκοῦ τάλαντα ϙζ Γ. ἔρρωσο. ἔτους ια Αὐτοκράτορος
Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, Φαμενώθ.
Χαιρήμων, χρημάτισον.
Θέων καὶ οἱ μέτοχοι τραπεζῖται τῷ ἀγορανόμῳ χαίρειν.
τέτακται τῇ κη τοῦ Φαμενὼθ ἐνκυκλίου Δίδυμος
Σαραπίωνος καθʼ ἣν ἔχει διαγραφὴν χαλκοῦ πρὸς ἀργύριον
τάλαντον α Εψ. Θέων σεσημείωμαι χαλκοῦ πρὸς
ἀργύριον τάλαντον α Εψ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.