Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.1.67dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὑπατείας Φλαυίων Οὔρσου καὶ Πολεμίου τῶν λαμπροτάτων, Φαρμοῦθι β. Αὐρηλίῳ Ἀετίῳ ἄρξαντι προπολιτευομένῳ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Πτολεμαίου Ὡρίωνος ἀπὸ τῆς αὐτῆς πόλεως. ἐνέτυχον διὰ ἀναφορᾶς τῷ κυρίῳ μου τῷ διασημοτάτῳ ἐπάρχῳ τῆς Αἰγύπτου Φλαουίῳ Ἀντωνίῳ Θεοδώρῳ αἰτιώ μενος Παταῆσιν καὶ Πανεχώτην ἀπὸ κώμης Λιλῆ τοῦ πέμπτου πάγου παρανόμως ἐπέχοντάς μου τῶν οἰκοπέδων, καὶ ἅπερ ἀντέγραψεν πρὸς τὴν σὴν ἐπιείκειάνἐπιείκιάν τε καὶ καθαρότητα ἐντάξας μεθʼ ἧς πεποίημαι ἀναφορᾶς ἐπιδίδωμί σοι ὅπως εἰς ἔργον προαγάγοις τὰ κεκελευσμένα. ἔστι δέ· Φλαύιος Ἀντώνιος Θεόδωρος Ἀετίῳ προπολιτευομένῳ Ὀξυρυγχείτου χαίρειν. εἰ πρὸς τὴν τῶν ὑπὸ τῶν αἰτιαθέντωνετιαθεντων διακατέχεσθαι λεγομένων οἰκοπέδων ἀποκατάστασιν καὶ ὥς γε τὰ ὑποτετα γμένα διαβεβαιοῦταιδιαβεβεοῦται τῇ τοῦ αἰτιασαμένου δεσποτίᾳ διαφερόντων οἱ αἰτιαθέντεςἐτιαθέντες ἀντιλέγοιεν, φρόντισον τὰς κατὰ νό μους αὐτοὺς παραγγελίας ὑποδέξασθαι ποιῆσαι ἔννομόν τε τυπωθῆναι τὴν τοῦ δικαστηρίου προκάταρξινπροκάταρξειν. ἔστι δὲ καὶ τῶν ἀνενεχθέντων τὸ ἴσονεἴσον· Φλαυίῳ Ἀντωνίῳ Θεοδώρῳ τῷ διασημοτάτῳ ἐπάρχῳἐπάρχῳ Αἰγύπτου παρὰ Αὐρηλίου Πτολεμαίου Ὡρίωνος ἀπὸ τῆς ὈξυρυγχιτῶνὈξυρύγχων πόλεως. πάντα μέν, ὡς ἔπος ἐστὶν εἰπεῖν, ὅσα ἰσχύεινεἰσχύειν τι δύναται παρὰ τὴν τῶν νόμων ἰσχὺν πρὸς ὀλίγον ἰσχύειεἰσχύει, ἐπανορθοῦταιἐπανορθοῦτε δὲ ὕστερον ὑπὸ τῆς τῶν νόμων ἐπεξελεύσεως. Παταῆσις Λυλύντις καὶ Πανεχώτης ἀπὸ κώμης Λιλῆ τοῦ αὐτοῦ νομοῦ καταδυνα στεύοντες ἐπέχουσιν τῶν ἡμῖν διαφερόντων οἰκοπέδων, ἅπερ ἀπὸ δικαίουδικέου κληρονομιῶν τῆς ἡμετέρας μάμμης εἰς ἡμᾶς κατήν τησεν. περὶ ὧν καταλαμβάνοντες τὴν σὴν ἀρετὴν δεόμεθα συνχωρηθῆναι δικαστὴν ἡμῖνἡμεῖν εἶναι Ἀέτιον τὸν προπολιτευόμενον ἐπὶ δυσὶ κεφαλαίοις τὴν ἔραυναν ποιούμενον, πρώτου μὲν εἰ τῆς γραὸς ὑπῆρχεν ὄντα τὰ οἰκόπεδα ταῦτα, δευτέρου δὲ εἰ τὴν δεσποτείανδεσποτίαν αὐτοῖς ἐνγράφως ὑπεχώρησεν, ἵνʼεἵνʼ οὕτως δειχθῇδιχθῇ αὐτῶν ἡ καθʼ ἡμῶν πλεονεξία. οὔτε γὰρ παρὰ ταύτης πράσεως ἔνγραφον ἐπιφέρεινἐπιφέριν δύνανταιδύναντε, οὔτʼ ἑτέραν ὑποχώρησιν ὑπʼ αὐτῆς γεγενημένην ἢ ὅσον τῷ ἡμᾶς σὺν αὐτῇ ἐπὶ τῆς πόλεως οἰκεῖν, ἐκείνους δὲ κατὰ τὴν κώμην ὄντας ἀλόγως ἐπιβεβηκέναιἐπιβεβηκαίναι τοῖς ἡμῖνἡμεῖν διαφέρουσιν οἰκοπέδοις· ὅπως ταύτης ἡμῖν τῆς εὐεργεσίας ὑπαρχθείσης εἰσαεὶ σοῦ τῇ τύχῃ χάριτας ὁμολογήσωμεν.ὁμολογήσωμεν. διευτύχειδαιευτύχει. Αὐρήλιος Πτολεμαῖος ἐπιδέδωκα. Αὐρήλιοι Παταῆσις καὶ Πανεχώτης, φανερὸν ἡμῖν γέγονεν Φαρμοῦθι πέμπτῃ. Αὐρήλιος Ἀμμώνιος Ὡρίωνος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.