Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.10.1270

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Φωκίωνι στρατηγῷ Ὀξυρυγχίτου παρὰ Πτολεμαίου Ἡρώδου μητρὸς ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐπόρισα ἐκ τοῦ καταλογείου χρηματισμοῦ ἐστιν ἀντίγρα φον· Κέλερ ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς Ὀξυρυγχείτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ σεσημείωμαισεσημίωμαι. Σαραπίων Ε γραμμα τεὺς καταλογείου. Κέλερι Σωτίωνος γενο μένου ὑπομνηματογράφου υἱῷ γενομέ νῳ στρατηγῷ τῆς πόλεως ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Πτολεμαί ου τοῦ Ἡρώδου μητρὸς Ι ἀπʼ Ὀξυρύγχων πόλεως. καθʼ ἣν πεποίημαι πρὸς Ἀμμων Διογένους μητρὸς Σινθοώνιος μετὰ κυρίου τοῦ υἱοῦ Διογένους Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως ὁμολογίανὁμολογια τῷ ἐνεστῶτι κβ ἔτει ὡ μολόγησεν παρακεχωρηκέναι μοι τὸ ὑπάρ χον αὐτῇ περὶ κώμην ἐκ τοῦ Πο λυκλείδου κλήρου πρότερον τῆς Διογένους γῆς κατοικικῆς σιτοφόρου σπο ρίμου ἐξ ὀρθογωνίου ἀρούρης ἕκτον ἢ ὅσον ἐ ὰν ᾖ ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον κοινῆς οὔσης τῆς ὅλης ἀρούρης μιᾶς πρὸς ε καὶ Πεμπὲμπεμδπεμ ἀπο- ήσιος καὶ ἄλλου, ἧς ὅλης γείτονες νότου καὶ βορ ρᾶ καὶ ἀπηλιώτου καὶ λιβὸς , τὰς δὲ τῆς συμπεφωνημένης πρὸς ἀλλή λους ἀρούρης ἕκτου ὡς πρόκειται τιμῆς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑκατὸν ἓξ αὐτόθι ἀπεσχηκέναι παρʼ ἐμοῦ διὰ χειρὸς ἀριθμῷ πλήρεις καὶ τὴν γῆν βε βαιώσειν πάσῃ βεβαιώσει καθαρὰν ἀπὸ γεωρ γίας βασιλικῆς καὶ οὐσιακῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ἀπεργασίας καὶ ὑ χωμά των, ἔτι δὲ καὶ ἀπὸ δημοσίων τελεσμά των πάντων τῶν ἔνπροσθεν χρόνων μέ χρι συντελείας τοῦ διεληλυθότος πρώτου καὶ εἰκοστοῦ ἔτους καὶ αὐτοῦ τοῦ πρώτου καὶ εἰκοστοῦ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου διὰ τὸ τὰ ἀπὸ τοῦ νῦν εἶναι ἐ μοῦ τοῦ Πτολεμαίου, καὶ ἐπὶ τοῖς ἄλλοις ἃ περιέχει ὑπὲρ προεργασίας. ἀξιῶ συντά ξαι γράψαι τῷ τοῦ Ὀξυρυγχίτου στρατηγῷ μετα δοῦναι τούτου τὸ ἴσον τῇ Ἀμμων , ἐὰν περιῆι, εἰ δὲ μή, κληρονόμοις αὐτῆς τελείοις ὧν τὰ ὀνόματα ἐπὶ τῶν τόπων δηλωθή σεται ὡς καθήκει, ἵνα εἰδῶσι μένουσαν κυρίαν τὴν ὁμολογίαν ἐφʼ οἷς περιέχει. ὡς καθήκει. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ καὶ τούτου ὄντος ἀξιῶ τὴν μετάδοσιν γενέσθαι τῇ Ἀμμων ὡς καθήκει. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχείρ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.