no image
DDbDP-text
Letter of Dius via HGV-meta
Letter from Aurelius Dios to his father Horion about his studies. A student, Aurelius Dios, writes to his father Aurelius Horion, reassuring him that he and his companions are working hard at their studies, and sends greetings to a long list of family members. The letter dates to the 3rd century AD and comes from Oxyrhynchus. machine translation
Linked by Trismegistos ID
TM 31731.
Each record below describes this same artifact or text from a different angle.
[r]
Αὐρήλιος Δῖος Αὐρηλίῳ Ὡρείωνι τῷ γλυκυτάτῳ μου πατρὶ πολλὰ
χαίρειν.
τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην
ἡμέραν παρὰ τοῖς ἐνθάδε θεοῖς. ἀμερίμνει οὖν, πάτερ, χάριν τῶν μαθημάτων
ἡμῶν· φιλοπονοῦμεν καὶ ἀναψύχομεν,
καλῶς ἡμῖν ἔσται. ἀσπάζομαι τὴν μητέρα μου Ταμιέαν καὶ τὴν ἀδελφήν μου
Τνεφεροῦν καὶ τὴν ἀδελφήν μου Φιλοῦν,
ἀσπάζομαι καὶ τὸν ἀδελφόν μου Πατερμοῦθιν καὶ τὴν ἀδελφήν μου Θερμοῦθιν,
ἀσπάζομαι καὶ τὸν ἀδελφόν μου Ἡρακλ
καὶ τὸν ἀδελφὸν μου Κολλοῦχιν, ἀσπάζομαι
τὸν πατέρα μου Μέλανον καὶ τὴν μητέρα μου Τιμπεσοῦριν καὶ τὸν υἱὸν αὐτῆς.
ἀσπαζεται ὑμᾶς πάντας Γαία,
ἀσπάζεται ὑμᾶς πάντας ὁ πατήρ μου
Ὡρείων καὶ Θερμοῦθις.
ἐρρῶσθαί σε εὔχομαι, πάτερ.
[v]
ἀπόδος Αὐρηλίῳ Ὡρείωνι ἀπὸ Δίου υἱοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.