no image
DDbDP-text
Letter of Peter via HGV-meta
Letter from Petros to his mother Maria asking for jewellery and winter clothing. A Christian private letter from Petros to his mother Maria at Oxyrhynchus in the 5th century AD. After greeting his siblings and acquaintances, he asks her to send jewellery through Athanasios, to buy him a thick winter wrap, and to collect a hood made in the Oasis so he can wear it on his journey home. machine translation
Linked by Trismegistos ID
TM 35577.
Each record below describes this same artifact or text from a different angle.
[r]
χμγ
τῇ κυρίᾳ μου τιμιωτάτῃ καὶ ἐναρέτῃ μητρὶ Μαρίᾳ ὁ υἱὸς Πέτρος ἐν κυρίῳ θεῷ χαίρειν.
εὐκαιρίαν εὗρον διὰ τούτων μου τῶν γραμμάτων τὰ πολλὰ προσαγορεῦσαί σε ἅμα καὶ τῷ ἀδελφῷ Θέωνι καὶ τῇ κυρίᾳ μου
ἀδελφῇ Πλουσῃ καὶ τοῖς γλυκυτάτοις μου ἀδελφίοις Ἡραεΐδι καὶ Νόννᾳ καὶ Ὀμαίᾳ καὶ Φοιβάμμωνι κατʼ ὄνομα. θέλησον οὖν, κύρα μήτηρ, ἀποστεῖλαι μοι τὰ ολοιαρα καὶ τὰ κρικία. μὴ
ἀμελήσῃς οὖν ἀποστεῖλαί μοι αὐτὰ διὰ Ἀθανασίου. πολλὰ προσαγορεύω τὸν κύριόν μου
τὸν ἀδελφὸν Ἀθανάσιον τὸν καμαράριον τοῦ Ἀβέλου ἀλλὰ καὶ τοῦ Δωροθέου, πολλὰ
προσαγορεύω τὴν μητέρα μου Κυριλλοῦν. θέλησον οὖν, κυρία μήτηρ, ἀγοράσαι μοι ἓν φακιάριον παχὺ εἰς τὸν χειμῶνα καὶ θέλησον λαβεῖν τὸ κουκούλλιον
τὸ Αὐασιτικὸν παρὰ Πέτρου τοῦ υἱοῦ Ἐσοὺρ ἵνα φορῶ τοῦτο ἐρχόμενος.
ἐρρωσθαί σε πολλοῖς χρόνοις.
[v]
ἀπόδος τῇ φιλτάτῃ Μαρίᾳ παρὰ
τοῦ υἱοῦ σου Πέτρου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.