no image
DDbDP-text
Letter to Thracidas from Alexandria via HGV-meta
Linked by Trismegistos ID
TM 78571.
Each record below describes this same artifact or text from a different angle.
[r]
[… ? lines lost …]
[…]σ…[…]…[…]…ηι…ατ[…] γνωστήρ.
ἐκομισάμην τὸ ἐπιστόλιον Θρασυβούλου
ἐν Κανώπωι. διὸ τὰ βιβλία οὔπω εἴληφα,
ἀλλὰ κεῖται ἀντιβεβλημένα. Ἆπις
δὲ ὁ συνήγορος οὔπω ἐπελήλυθεν
τὰ βιβλία, ἀλλὰ καθʼ ἡμέραν διυπερτέθειται. ἀφʼ οὗ κεχώρισαι τῇ ιϛ
κεχρημάτικεν Σαβεῖνος. Φιλομούσῳ
εἰρήκαμεν ἵνα ἐξέλθηι πρὸς σέ.
ἀπόστειλον ἐν τῷ γόμῳ κραμβεῖον
Πτολλᾶτι. ἀσπάζεταί σε Ὅμηρος καὶ
Ταερμᾶν καὶ Φιλέρωτα καὶ τὴν γυναῖκα.
καὶ σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς. ἔρρωσο.
ἔτους […]μηνὸς Τῦβι[…]…
[r,md]
[… 8 lines lost …]
[v]
Θρᾳκίδᾳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.