Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.14.1631

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρηλίῳ Σερήνῳ τῷ καὶ Σαραπίωνι Ἀγαθείνου μητρὸς Ταποσειριάδος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμ προτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίων Κτιστοῦ Ῥούφου μητρὸς Διονυσίας καὶ τοῦ υἱοῦ Πτολεμαίου μητρὸς Ταύριος ἀμφοτέρων ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως καὶ Πελωΐου Ἡρακλήουηρακ.ηου μητρὸς Ταπονθεῦτος ἀπὸ κώμης Τανάεως ἑκουσίως ἐπιδεχόμεθα μισθώσασθαι ἐφʼ ἑνιαυτὸν ἕνα vestiges ἔτι ἀπὸ α Ἁθὺρ τοῦ ἐνεστῶτος ἕκτου ἔτους τὰ ἀμπελουργικὰ ἔργα πάντα τοῦ ὑπάρχοντός σοι περὶ κώμην Τανάειν ἀμπελικοῦ κτήματος καὶ τῆς προσούσης καλαμείας ὅσου ἕκαστόν ἐστιν ἀρουρηδοῦ, ἡμεῖς μὲν οἱ πε ρὶ τὸν Αὐρήλιον Κτιστὸν κατὰ τὸ ἥμισυ, ἐγὼ δὲ ὁ Πελώϊος κατὰ τὸ λοιπὸν ἥμισυ, ἅπερ ἔργα ἐστὶν τῆς ἀμπέλου τιλμὸς καλάμου, συλλογὴ καὶ μεταφορὰ τούτου, ξυλοτομία δικαία, ἀνκαλισμὸς καὶ δέσις, ἀγκαλῶνἀποκοπὴ καὶ προσφορὰ φύλλων καὶ ἐκβολὴἐμβολὴ ἐκτὸς πλαστῶν, ἀπωρυγισμὸς ὅσων δεῖ ἀπωρύγων, σκαφη τὸς, γύρωσις καὶ παραγραφή, τῆς δὲ καλαμουργίας οὔσης πρὸς σὲ τὸν γεοῦχον, τῆς δὲ ταύτης ὑπουργίας οὔσης πρὸς ἡμᾶς, τῶν δὲ λοιπῶν ἔργων μετὰ τὰ προκείμενα ὄντων πρὸς ἡμᾶς, ἅπερ ἐστὶν σκαλ μός, βλαστολογία, Φαρμουθιακὴπαραμυθιακὴ ἐργασία, διάστασις, ἀνάλημψις, φυλλολογίαι αἱ ἐνχρῄζουσαι, τῶν δὲ καλαμίων διτομὴδιτομία καλαμίου ἑκατέρου, ἐπάρδευσις καὶ βοτανισμὸς διηνεκής, ἔτι δὲ καὶ στῆναι ἡμᾶς παρὰ σοὶ ἐν τῷ κτήματι καὶ ἐν τῇ καλαμείᾳ πρὸ τῶν ὄνων χωφορούντων πρὸς τὸ ὅπου δεῖ τὸν χοῦν βάλλε σθαι, καὶ ποιησόμεθα τὴν τῶν χωρούντων εἰς τὸν οἶνον κούφων κομπασίαν, καὶ ταῦτα λαβόνταλαοντα τὸν οἶνον συνθήσομεν ἐν τῷ ἡλιαστηρίῳ καὶ ἐπαλείψομεν καὶ κινήσομενκεινήσομεν καὶ μεταδιεράσομενμεταδιαιράσομεν καὶ πα ραφυλάξομεν ἐς ὅσον ἐν ἡλιαστηρίῳ ἀπόκειται, μισθοῦ τῶν προκειμένων ἔργων πάντων ἀργυρίου δρα χμῶν τετρακισχιλίωντετρακισχειλίων πεντακοσίων καὶ πυροῦ ἀρταβῶν δέκα καὶ οἴνου παρὰ ληνὸν κεραμίων τεσσάρων , οὕσπερ μισθοὺς ἀπολημψόμεθα κατὰ μέρος κατὰ προκοπὴν τῶν ἔργων. καὶ ὡσαύτως ἐπι δεχόμεθα μισθώσασθαι ἐφʼ ἑνιαυτὸν ἕνα καρποὺς τῶν ὄντων ἐν τῇ παλαιᾷ ἀμπέλῳ φοινίκωνφοινείκων καὶ ἀκρο δρύων πάντων, ὑπὲρ ὧν τελέσομεν ἐκφόρια ἔκτακτα φοίνικος χλωροῦ ἀρτάβην μίαν ἥμισυ , πατητοῦ ἀρτάβην μίαν ἥμισυ , καρυωτοῦ ἀρτάβην μίαν ἥμισυ , ἐλαιῶν μελαινῶν ἀρτάβης ἥμισυ , περσικῶν ἐκλεκτῶν πεντακοσίων , κιτρίων δεκαπέντε , σύκων θερινῶν μέχρι ἀναβάσεως τετρακοσίων , χειμερινῶν πεντακοσίων , σικύδια λευκοπίοναλευκοπείονα μεγάλα τέσσαρα . ἔτι δὲ καὶ τὸ προσὸν πωμάρι ον ἐκἐξ νότου τοῦ χωρίου ὁμοίως ἐπὶ τοῖς ἐπάνω μισθοῖς ἀρώσομεν καὶ ποιήσομεν τὴν ἐπάρδευσιν, βοτα νολογίαν καὶ τὰ ἄλλα τὰ κατὰ καιρὸν ἔργα πάντα, τῆς τούτου καλαμουργίας μόνης καὶ τῆς στρώσεως τοῦ χοῦ ὄντων πρὸς σὲ τὸν γεοῦχον, ἀκινδύνων παντὸς κινδύνου. βεβαιουμένης δὲ ἡμῖν ἐπιδο χῆς ποιήσομεν τὰ τῆς ἀμπέλου καὶ πωμαρίου καὶ καλαμείας κατὰ καιρὸν ἔργα πάντα εὐκαίρως καὶ εὐ αρέστως, τῶν σῶν ἐπακολουθούντων ἅπασι, καὶ ἀποδώσομεν τὰ ἔκτακτα τῷ δέοντι καιρῷ ἀνυπερθέτως, καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰ μισθούμενα σύμφυτα, ἐπιμεμελημέ να τοῖς ἔργοις καὶ ἀπὸ θρύων καὶ βοτάνης καὶ ἀγρώστεως πάσης, γεινομένης σοὶ τῆς πράξεως παρὰ λλ ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτεισιν, ὡς καθήκεικαθηθει. κυρία ἡ ἐπιδοχή, καὶ ἐπερωτη θέντες ὡμολογήσαμεν. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Περσικοῦ Μεγίστου ΓοθικοῦΓοθθικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοίακ κε. Αὐρήλιοι Κτιστὸς καὶ ὁ υἱὸς Πτολεμαῖος καὶ Πελώϊος ἐπεδεξάμεθαεπεδεξαμετα εἰς μίσθωσιν τὰ ἀμπελουργικὰ ἔργα πάντα ἐπὶ τοῖς ἐπάνω μισθοῖς, καὶ ἀποδώ σομεν τὰ ἔκτακτα ὡς πρόκειται, καὶ ἐπερωτηθέντες ὡ μολογήσαμεν. Τιβέριος Κλαύδιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότωνἰδότων γράμματα. ἐπιδοχὴ Αὐρηλίου Κτιστοῦ ἀλλαγεῖσα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.